Ancient Greek
93.1
Hippiatrica, Hippiatrica Berolinensia 93.1
Unproofread scanNot analysed yet
λην μεγάλην ἔχοντα καὶ μὴ ἱππώδη, πρόσωπον ὁσαύτως, καὶ τὰς ἐν αὐτῷ γνάθους καὶ χεῖλη μεγάλα, ὀφθαλμοὺς μὴ μικροὺς μηδὲ κοίλους, μυκτήρας μεγάλους, ὥστὰ μὴ μικρὰ μηδὲ κλαμβά, αὐχένα πλατύν, μὴ βραχύν, στήθος ὁσαύτως πλατὺ καὶ σαρκώδες, μεμυωμένον, στερόν πρὸς τὸ ὑπομένειν τὰ ὑπὸ τῆς ὄργης λακτίσματα, ὠμοπλάτας μεγάλας, καὶ τὰ ὑποκάτω τούτων, ἔπάνω δὲ τῶν γονάτων παχέα καὶ σαρκώδη καὶ ἰσχυρὰ καὶ ὡς μάλιστα διάστασιν ἔχοντα. δεῖ γὰρ αὐτὸν ἐν τῇ ἐπιβάσει τὴν ὀχευομένην εὐπερίληπτον ἔχειν. 3 τὸν δὲ νῶτον μέγαν, καὶ τὴν ἐν αὐτῷ ῥάχιν πλατείαν, μὴ κυρτὴν δὲ ἢ κοίλην, καὶ τὴν ἐν αὐτῇ γραμμὴν στένην ἔχετω καὶ μὴ σκολιάν. ἔστω δὲ μὴ κάτωμος, συνωμίαν τε ὑψηλοτέραν ἔχετω καὶ ἰσην, καὶ τὸν ἐν αὐτῇ κατάγραφον κόκκυγα πλατύν μεστὸν διάμηχον, μὴ στενὸν δὲ μᾶλλον καὶ πνιγώδη, κοιλίαν δὲ μὴ ἄγαν εὐρύχον, μικρὰς λαγόνας, πλευρὰς πλατείας, ἰσχία μεγάλα καὶ ἴσα, μὴ παράγλουτος μηδὲ ὀξύπυγος. οὖραι δὲ καλλίονες αἱ μείονροι. μηροὺς μὴ μεγάλους, σαρκώδεις μᾶλλον μηδὲ ἔξω ἀπεστραμμένους, διαβεβηκότας δέ. ἑδραιότερος γὰρ ὑπάρχει ἐν τῇ ἐπιβάσει. εἰσὶ δὲ καὶ ἰσχυρότεροι οὗτοι τῶν συμμήρων. 4 τοὺς δὲ ὀρχεις ἴσους καὶ μὴ μεγάλους, γόνατα <(μὴ)> μεγάλα καὶ στρογγύλα, καὶ τὰ ὑπ’ αὐτὰ σκέλη καὶ κνήμας [μὴ μεγάλα] ὀστώδη, ἄσαρκα καὶ νευρώδη μᾶλλον, μὴ βλαισὰ μηδὲ ταινίας ἔχοντα ἑτεροχρώμους. τὰ μεσοκύνια μὴ