Ancient Greek
95.2
Hippiatrica, Hippiatrica Berolinensia 95.2
Unproofread scanNot analysed yet
τοῦ αὐτοῦ περὶ ὀχείας καιροῦ. 8 Καιρὸς τῆς ὀχείας ἀπ’ ἑαρινῆς ἰσημερίας ἕως τροπῶν θερινῶν. τὴν θῆλειαν δὲ ἵππον ἰσχνὴν καὶ ὀπώσαν ὀχειεῖσθαι παρορατέον. δοκεῖ γὰρ περὶ τὰς τοιαύτας ὁ ἵππος θάττον ἐπείγεσθαι, ὥσπερ τῇ ὀπυρίᾳ αὐτῆς χαίρων. ὅταν δὲ ἀναβιβάζωμεν ἐπὶ τὴν θῆλειαν τὸν ἄρρενα, κείρομεν αὐτῆς τὴν οὐράν. τινὲς δὲ ἐπετήδευσαν ἐρωτικούς τοὺς ἵππους πρὸς τὰς θῆλείας ποιῆσαι, καὶ κοσμοῦσιν αὐτὰς κόσμῳ τῷ ἀπὸ τῶν οἰκείων τριχῶν καὶ ἄλλοις περικαλλέσι συνάσμασι, καὶ εἴ τι ἄλλο πρὸς ἐπιθυμίαν ἐπακτικόν, καὶ σύνδρομον αὐτῇν ἵππον ποιήσαντες καὶ ὥσπερ ἀμιλλωμένην, δοκοῦσι διεγείρειν τὸν