Ancient Greek
96.22 to 189.5
Hippiatrica, Hippiatrica Berolinensia 96.22-189.5
Unproofread scanNot analysed yet
ἔστω δὲ τῆς γαλουχίας ὁ χρόνος διετής, ὥσπερ καὶ ἵπποις. ἄλλο. 26 Σελίνου ὄζαν τρίψας μετὰ οἶνον γλυκίζοντος ἢ μελιχράτου, διὰ στόματος ἐγχυμάτιζε. ἄλλο. Κασίας γο βʹ, κόστου γο βʹ, ναρδοστάχους γο αʹ, κυπέρου ξʹ /αʹ, ὐσώπου Κρητικοῦ γο ξξ, ἀψινθίου Ποντικοῦ γο ξξ, σμύρνης γο αʹ· ταῦτα ὕδατι καθεψήσας, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. ποιεῖ δὲ τοῦτο καὶ πρὸς θηρίων ἐκβολὰς καὶ πρὸς τετάνους καὶ βήχα <καὶ πρὸς διέγερσιν διʼ ὅλου τοῦ σώματος. τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἔλαιον δίδου, ἵνα καταλεάνῃ καθαρίως. >ἄλλο. 27 Ἀράχνην λειώσας, μετὰ οἶνον ἐγχυμάτιζε. ἄλλο πρὸς στραγγουρίαν. 28 Λαβὼν ὄειας κόπρου γο τέσσαρας, οἶνον ξεʹ. αʹ, καὶ εἰς ξδʹ ἕν ἀναμίξας καὶ διυλίσας, δὸς πιεῖν, καὶ εὐθέως οὐρήσει.