Ancient Greek
97.2
Hippiatrica, Hippiatrica Berolinensia 97.2
Unproofread scanNot analysed yet
Πελαγωνίου περὶ κήλωνος. 61r 10 Εἰ θέλεις γνῶναι κήλωνα χρησίμους καὶ ἐν τῷ τίκτειν ἐσόπε' μενον δόκιμον, λαβὼν τοῖς δυσὶ δακτύλοις ἐκ τοῦ σπέρματος 10 αὐτοῦ, κλωνίῳ ἀπὸ ἑρᾶς διάσυρον, καὶ εἰ στέξει μὴ ἐκκοπήναι, ποιήσει χρησίμους κήλωνα. τοῦτο γὰρ Ἱππαρχος διαβεβαιοῦται. εἰ δὲ εὐθὺς ἐκκοπῇ τῇ θίξει διασυρόμενον τὸ σπέρμα καὶ μὴ ὡς ἴξος κολληθῇ, ἀχρήσιμος ἔσται ἡ γονή, καὶ οὐκ ἔστιν ὁ τοιοῦτος κήλων προσδεκτέος. τρόποι δὲ ἵππων 15 ἐπαινετοί εἰσιν, ὅταν ἀπὸ πραοτέρων διεργημένοι εὐρεθῶσι, καὶ πάλιν ὅταν ἀπὸ κενυημένων πραεῖς γένωνται. οὗτοι καὶ εἰς τὴν τοιαύτην ὑπηρεσίαν χρησίμοι τυγχάνουσι καὶ εἰς καμάτους ἱκανοί. |