Ancient Greek
1.258.5
Hippocrates, Testimonia 1.258.5
Unproofread scanNot analysed yet
5. Arist. Meteorol. A 6 (περὶ τοῦ κομήτου) p. 342ᵇ 29 τῶν δ’ Ἰταλικῶν τινες καὶ καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλάς ἐκλείπει φάσεις. ὥστε διὰ χρόνον φαλνεται πολλοῦ. παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἵπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Ἀλαχίλον ἀπεφήναντο. πλὴν τὴν γε κόμην οὐκ ἐξ αὐτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἐλκομένης ὑγρότητος ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον. διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλεῖστον χρόνον φαίνεσθαι τῶν ἄλλων ἀστέρων, ὡς ὅταν ἐκ ταυτοῦ φανῇ ὑπολειμμένον ὅλον τὸν ἑαυτοῦ