Ancient Greek
2.248.4
Hippocrates, Testimonia 2.248.4
Unproofread scanNot analysed yet
6. Arist. Meteor. A 8. 345b 9 ἐπὶ δ’ ἐστὶ τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσι γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. OLYMP. z. d. St. 68,30 τετάρτη [so rechnet der Commentator] δόξα Ἱπποκράτους τοῦ Χίου. οὕτως φησι τὸν γαλαξίαν γίγνεσθαι ἀνακλάσεως γενομένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀνακλάσεως οὐκ ἀπὸ ἀτμίδος, καθάπερ ἐφαμεν ἐπὶ τοῦ κομήτου, ἀλλ’ ἀπὸ ἀστέρων, φέρεται οὖν, φησίν, ἡ ὄψις πρὸς τοὺς ἀστέρας καὶ ἐκεῖθεν ἀνακλάται πρὸς τὸν ἥλιον καὶ οὕτω φέρεται πρὸς ἡμᾶς.