Ancient Greek · ~2 min
Chapter 10
Hippocrates, Coa praesagia 10
Not analysed yet
Χ. 230. Ὀδόντας συνερίζειν ἢ πρίειν, ᾧ μὴ σύνηθες ἐκ παιδίου, μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντελῶς ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας. 231. Ὀδόντος σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει. 232. Ἐπὶ ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη, θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίσταται. 233. Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ πολλὰ πυοῦται. 234. Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυνος εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν. 235. Χεῖλος συσπώμενον σημαίνει κοιλίης χολώδεος κατάῤῥηξιν. 236. Τὰ ἀπὸ οὔλων αἵματα ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.