Ancient Greek · ~44 min
Chapter 20
Hippocrates, Coa praesagia 20.1
Not analysed yet
ΧΧ. 373. Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ πάμπυοι αἱ πτύσιες, τριταῖοι θνήσκουσιν, ἢ πεμπταῖοι· φυγόντες δὲ ταύτας, μὴ πολὺ ῥᾷον ἔχοντες, τῇ ἑβδόμῃ, ἢ ἐννάτῃ, ἢ ἑνδεκάτῃ, ἄρχονται ἐμπυοῦσθαι. 374. Οἷσι δὲ ἐν νώτῳ ἔρευθος, τῶν πλευριτικῶν, καὶ ὦμοι θερμαίνονται, καὶ κοιλίη ταράσσεται χολώδεα καὶ δυσώδεα, εἰκοστῇ καὶ μιῇ κινδυνεύουσι, φυγόντες δὲ ταύτας σώζονται. 375. Αἱ ξηραὶ τῶν πλευριτίδων καὶ ἄπτυστοι, χαλεπώταται· φοβεραὶ δὲ, ἐν οἷσιν ἄνω τὰ ἀλγήματα. 376. Αἱ ἄνευ σπασμάτων πλευρίτιδες χαλεπώτεραι τῶν μετὰ σπασμάτων. 377. Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ γλῶσσα χολώδης γίνεται, ἑβδομαῖοι κρίνονται· οἷσι δὲ τρίτῃ ἢ τετάρτῃ, περὶ τὴν ἐννάτην. 378. Πομφόλυγος δὲ ὑποπελίου γινομένης ἐπὶ τῆς γλώσσης ἐν ἀρχῇ, οἵη σιδηρίου βαφέντος ἐς ἔλαιον, χαλεπωτέρη ἡ ἀπόλυσις γίνεται, καὶ ἡ μὲν κρίσις ἐς τὴν ιδ ἀφικνεῖται· αἷμα δὲ ὡς ἐπὶ τὸ πολὺ πτύουσιν. 379. Πτύαλον δ᾿ ἐν τῇσι πλευρίτισι, τρίτῃ μὲν ἀρχόμενον πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους ποιέει τὰς ἀπολύσιας, ὕστερον δὲ, βραδυτέρας. 380. Τὰ δὲ ἀλγήματα τοῖσι πλευριτικοῖσι χρήσιμον κοιλίην μαλάσσεσθαι, πτύαλα χρωματίζεσθαι, ψόφους ἐν τῷ στήθει μὴ γίνεσθαι, τὸ οὖρον εὐοδεῖν· τὰ δὲ τούτων ἐναντία δυσχερέα, καὶ πτύαλον γλυκαινόμενον. 381. Αἱ δὲ χολώδεες ἅμα καὶ αἱματώδεες πλευρίτιδες, ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μάλιστα ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώζονται. 382. Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ ἀχλυώδης, ἀπόλλυνται. 383. Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμενοι, ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος. 384. Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν τῷ πτυάλῳ· τὸ δ᾿ ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύλον, καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι· αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτήριον, ἑβδομαίῳ δ᾿ ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζεται ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ᾿ ἐντὸς πέμπτης ἐς πέψιν χρωματιζόμενα, βελτίω. 385. Πᾶν δὲ πτύαλον μὴ λύον τὴν ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον. 386. Ὅσοι δὲ μετὰ τοῦ χολώδεος πυῶδες ἀνάγουσιν, ἢ χωρὶς, ἢ μεμιγμένον, ὡς ἐπιτοπολὺ τεσσαρεσκαιδεκαταῖοι θνήσκουσιν (ἢν μή τι κακὸν ἢ ἀγαθὸν ἐπιγένηται τῶν προγεγραμμένων· εἰ δὲ μὴ, κατὰ λόγον,) μάλιστα δὲ οἷσιν ἑβδομαίοισιν ἄρχεται τὸ τοιοῦτον πτύαλον. 387. Ἔστι δὲ ἀγαθὸν μὲν καὶ τούτοισι καὶ πᾶσι τοῖσι περὶ πλεύμονα, φέρειν ῥηϊδίως τὸ νούσημα, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύαλον εὐπετέως ἀνάγειν, εὔπνοον εἶναι καὶ ἄδιψον, τὸ σῶμα ἅπαν ὁμαλῶς θερμαίνεσθαι καὶ μαλθακὸν εἶναι, καὶ πρὸς τούτοισιν ὕπνους, ἱδρῶτας, οὖρον, διαχώρησιν χρηστὴν γίνεσθαι· κακὰ δὲ τἀναντία τούτων. Εἰ μὲν οὖν πάντα προσγένοιτο τῷ πτύσματι τούτῳ τὰ χρήσιμα, σώζοιτ᾿ ἄν· εἰ δὲ τὰ μὲν, τὰ δὲ μὴ οὐ πλείους τῶν τεσσαρεσκαίδεκα βιώσας· τῶν δ᾿ ἐναντίων σημείων ἐπιγενομένων, συντομώτερον. 388. Ὅσα δὲ τῶν ἀλγημάτων ἐν τοῖσι τόποισι τούτοισι μὴ παύσηται μήτε πρὸς τὰς ἀναπτύσιας, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας, ἐμπυοῦται. 389. Ὅσοισι δὲ ἐκ περιπλευμονίης ἀποστάσιες παρ᾿ οὖς ἢ ἐς τὰ κάτω γίνονται, καὶ ἐκπυοῦσί τε, καὶ ἐκσυριγγοῦνται, περιγίνονται· γίνονται δὲ, οἷσιν ἂν ὅ τε πυρετὸς καὶ ὁ πόνος παρακολουθῇ, καὶ τὸ πτύαλον μὴ χωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσιες, εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται, μηδὲ οὖρον παχύ τε σφόδρα καὶ πολλὴν ὑπόστασιν ἔχον, τά τε ἄλλα σωτηρίως ἔχοιεν· γίνονται δὲ, αἱ μὲν ἐς τὰ κάτω, οἷσιν ἂν περὶ ὑποχόνδρια φλεγμονὴ γίνηται, αἱ δὲ ἐς τὰ ἄνω, οἷσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ᾖ, δύσπνοοι δέ τινα χρόνον γενόμενοι παύσωνται χωρὶς προφάσιος. 390. Αἱ δὲ ἐς τὰ σκέλεα τῶν ἀποστασίων ἐν τῇσιν ἐπικινδύνοισι περιπλευμονίῃσι, λυσιτελέες μὲν πᾶσαι, βέλτισται δὲ αἱ τοῦ πτυέλου πυώδεος ἀντὶ ξανθοῦ γενομένου· μὴ χωρέοντος δὲ τοῦ πτυέλου κατὰ λόγον, μηδὲ τοῦ οὔρου χρηστὴν ὑπόστασιν ἔχοντος, κίνδυνος χωλωθῆναι τὸν ἄνθρωπον, ἢ καὶ πολλὰ πρήγματα παρασχεῖν· ἢν δὲ παλινδρομέωσιν αἱ ἀποστάσιες, πυρετοῦ παρακολουθοῦντος, καὶ τοῦ πτυάλου μὴ χωρέοντος, κίνδυνος θανεῖν καὶ παραφρονῆσαι. Ὅσοι δὲ τῶν περιπλευμονικῶν μὴ ἀνεκαθάρθησαν ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλὰ παρακόψαντες διέφυγον τὰς τεσσαρεσκαίδεκα, κίνδυνος ἐμπύους γενέσθαι. 391. Τῶν περιπλευμονιῶν αἱ ἐκ πλευριτικοῦ μεταστᾶσαι, τῶν ἐξ ἀρχῆς γενομένων ἀσφαλέστεραι. 392. Τῶν δὲ σωμάτων τὰ γεγυμνασμένα καὶ πυκνὰ θᾶσσον ὑπὸ τῶν πλευριτικῶν καὶ περιπλευμονικῶν ἀπόλλυνται τῶν ἀγυμνάστων. 393. Κορύζας καὶ πταρμοὺς τοῖσι περὶ πλεύμονα καὶ προγενέσθαι καὶ ἐπιγενέσθαι, πονηρόν· τοῖσι δὲ λοιποῖσι πταρμὸς οὐκ ἀλυσιτελής. 394. Τοῖσι περιπλευμονικοῖσιν, οἷσι γλῶσσα πᾶσα λευκὴ καὶ τρηχεῖα γίνεται, ἀμφότερα φλεγμαίνει τὰ μέρεα τοῦ πλεύμονος· οἷσι δὲ τὸ ἥμισυ, ἓν καθ᾿ ὃ φαίνεται· καὶ οἷσι μὲν πρὸς τὴν μίαν κληῗδα ὁ πόνος γίνεται, ἡ ἄνω πτέρυξ τοῦ πλεύμονος ἡ μία νοσέει· οἷσι δὲ πρὸς ἄμφω τὰς κληῗδας ὁ πόνος γίνεται, αἱ ἄνω πτέρυγες τοῦ πλεύμονος ἄμφω νοσέουσιν· οἷσι δὲ κατὰ μέσην τὴν πλευρὴν, ἡ μέση· οἷσι δὲ πρὸς τὴν διάτασιν, ἡ κάτω· οἷσι δὲ πᾶν τὸ ἓν μέρος πονέει, πάντα τὰ κατὰ τοῦτο μέρος νοσέει. Ἢν μὲν οὖν σφόδρα φλεγμαίνωσιν αἱ ἀορταὶ, ὥστε προσκαθῆσθαι πρὸς τὸ πλευρὸν, παραλύονται τὸ κατὰ τοῦτο τὸ μέρος τοῦ σώματος, καὶ πελιώματα περὶ τὴν πλευρὴν ἔξω γίνεται, τούτους δὲ ἐκάλεον οἱ ἀρχαῖοι βλητούς· ἢν δὲ μὴ σφόδρα φλεγμαίνωσιν, ὥστε μὴ προσκαθῆσθαι, ἀλγηδὼν μὲν γίνεται παρ᾿ ὅλον, οὐ μὴν παραλύονταί γε, οὐδὲ πελιώματα ἴσχουσιν. 395. Οἷσι δ᾿ ἅπας ὁ πλεύμων φλεγμήνῃ μετὰ τῆς καρδίης, ὥστε καὶ προσπεσεῖν πρὸς τὴν πλευρὴν, παραλύεται πᾶς ὁ νοσέων, καὶ κεῖται ψυχρὸς ὁ νοσέων ἀναίσθητος· θνήσκει δὲ δευτεραῖος ἢ τριταῖος· ἢν δὲ καὶ χωρὶς τῆς καρδίης συμβῇ καὶ ἧσσον, πλείονα χρόνον ζῶσιν, ἔνιοι δὲ καὶ διασώζονται. 396. Τοῖσιν ἐμπύοις γινομένοισι, μάλιστα δὲ ἐκ πλευριτικοῦ καὶ περιπλευμονικοῦ, θέρμαι παρακολουθοῦσι, τὴν μὲν ἡμέρην λεπταὶ, τὴν δὲ νύκτα συντονώτεραι, καὶ πτύουσιν οὐδὲν ἄξιον λόγου, ἱδροῦσί τε περὶ τράχηλον καὶ κληῗδα, καὶ τοὺς μὲν ὀφθαλμοὺς κοιλαίνονται, τὰς δὲ νάθους ἐρεύθονται, χειρῶν δὲ θερμαίνονται μὲν δακτύλους ἄκρους καὶ τραχύνονται, γρυποῦνται δὲ ὄνυχας, καὶ καταψύχονται, περί τε τοὺς πόδας ἐπάρματα ἴσχουσι, καὶ κατὰ τὸ σῶμα φλυκταινίδια, σίτων τε ἀφίστανται. Τὰ μὲν οὖν χρονίζοντα τῶν ἐμπυημάτων ἴσχει τὰ σημεῖα ταῦτα. Τὰ δὲ συντόμως ῥηγνύμενα σημειοῦσθαι τούτων τε τοῖσιν ἐπιγενομένοισι, καὶ τοῖσιν ἐν ἀρχῇ πόνοισι, ἅμα δὲ καὶ ἤν τι δυσπνοώτερος γίνηται· ῥήγνυται δὲ τὰ πλεῖστα τῶν ἐμπυημάτων, τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ πρὸς τὰς ἑξήκοντα. Οἷσι μὲν οὖν ὁ πόνος ἐν ἀρχῇ ἔγκειται σύντονος καὶ δύσπνοια καὶ βὴξ μετὰ πτυαλισμοῦ, πρὸς τὰς εἴκοσιν ἢ συντομώ τερον προσδέχου τὴν ῥῆξιν· οἷσι δὲ ἐλαφρότερα ταῦτά ἐστι, κατὰ λόγον. Λογίζεσθαι δὲ τὸν χρόνον, ἀφ᾿ οὗ πρῶτον ἤλγησεν, εἰ ἐβαρύνθη, εἰ ἐπύρεξεν, ἢ εἴ ποτε ῥῖγος ἔλαβεν· προγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς ῥήξιος. Οἶσι μὲν οὖν ὅ τε πυρετὸς εὐθέως ἀπογίνεται μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ἐπιθυμέουσι, καὶ τὸ πῦον ἀνάγεται ῥηϊδίως λευκὸν ἐὸν καὶ ἄνοσμον καὶ λεῖον καὶ ὁμόχροον καὶ ἀφλέγμαντον, κοιλίη τε μικρὰ συνεστηκότα ὑποχωρέει, ὡς ἐπὶ τὸ πουλὺ σώζονται συντόμως. Οἷσι δὲ πυρετοί τε παρακολουθοῦσι καὶ δίψα καὶ ἀποσιτίη, καὶ τὸ πῦον πελιὸν ἢ χλωρὸν ἢ φλεγματῶδες ἢ ἀφρῶδες, κοιλίη τε ἐφυγραίνεται, τελευτῶσιν. Οἷσι δὲ τὰ μὲν ἐπιγίνεται ἐκ τῶν προειρημένων, τὰ δὲ μὴ, τούτων οἱ μὲν ἀποθνήσκουσιν, οἱ δὲ πολλῷ χρόνῳ σώζονται. 397. Οἱ δὲ μέλλοντες ἔμπυοι γίνεσθαι, πτύουσι, τὸ μὲν πρῶτον ἁλμυρὸν, εἶτα γλυκύτερον. 398. Οἷσι δ᾿ ἐν πλεύμονι φύματα γίνεται, τὸ πῦον ἀνάγουσιν ἐς τεσσαράκοντα ἡμέρας μετὰ τὴν ῥῆξιν· ταύτας δὲ ὑπερβάλλοντες, ὡς τὰ πολλὰ φθισικοὶ γίνονται. 399. Ἐπὶ πλευροῦ ἀλγήματι στάξις ἀπὸ ῥινῶν αἵματος, κακόν. 400. Οἷσιν ἐμπύοισιν ἐπιεικέστερον ἔχουσι δυ σωδίαι τῶν πτυσμάτων παρακολουθοῦσι, τούτους ὑποτροπὴ κτείνει. 401. Οἱ ἐν πλευριτικοῖσιν ἀναπτύοντες πυώδεα, ὑπόχολα, στρογγύλα, ἢ πυώδεα ὕφαιμα, προεληλυθότος χρόνου, ὀλέθριοι· ὀλέθριοι δὲ καὶ οἱ τὰ μέλανα λιγνυώδεα πτύοντες, ἢ οἷσιν [οἷον] ἀπὸ οἴνου μέλανος γίνεται πτύσματα. 402. Ὅσοι αἷμα ἀφρῶδες πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ οἱ πολλοὶ ἀπόλλυνται. 403. Οἷσι καιομένοισι πῦον βορβορῶδες ἔρχεται καὶ δυσῶδες, ἀπόλλυνται ὡς τὰ πολλά. 404. Οἷσιν ἀπὸ τοῦ πύου ἡ μήλη χρωματίζεται καθάπερ ἀπὸ πυρὸς, ἀπόλλυνται ὡς τὰ πολλά. 405. Μετὰ πλευροῦ ἀλγήματος, μὴ πλευριτικοῦ δὲ, καὶ ταραχωδέων λεπτῶν ἐπιεικῶν, οὗτοι φρενιτικοὶ ἀποβαίνουσιν. 406. Ἐν τοῖσι κατὰ πλεύμονα αἱ λίην ἐξέρυθροι ἀποστάξιες, πονηρόν. 407. Μετὰ βράγχου πτύελα γλίσχρα, ἁλμυρώδεα, κακόν· ἢν δέ τι καὶ ἐπαίρηται κατὰ στῆθος, ἐπὶ τούτοισι κακόν· τὰ ἐς τράχηλον ἀλγήματα, τούτων ἰσχνανθέντων, ὁλέθριον. 408. Βράγχος μετὰ βηχὸς καὶ κοιλίης ὑγρῆς, πῦον ἀνάγει. 409. Οἷσιν ἐν περιπλευμονίῃ οὖρα παχέα ἐν ἀρχῇ, εἶτα πρὸ τῆς τετράδος λεπτύνεται, θανάσιμον, 410. Οἱ ἐν ξηροῖσι περιπλευμονικοῖσιν ὀλίγα πέπονα ἀνάγοντες, φοβεροί· τὰ ἐν τοῖσι στήθεσιν ἐρυθήματα ὑποπλάτεα, γίνεται τοῖς τοιούτοισιν ὀλέθρια. 411. Πλευροῦ ἄλγημα ἐν πτύσει χολώδει ἀλόγως ἀφανισθὲν, ἐξίσταται. 412. Οἱ δι᾿ ἐμπύησιν πυρετοὶ διαλείποντες, ἐφιδροῦντες οἱ πολλοί εἰσιν. 413. Τοῖσιν ἐμπύοισι κώφωσις γενομένη αἱματώδεα διαχώρησιν σημαίνει· τούτοισι πρὸς τὴν τελευτὴν μέλανα διαχωρέει. 414. Πλευροῦ ἄλγημα μετὰ πυρετοῦ χρονίου σημαίνει πῦον ἀνάξειν. 415. Οἱ φρικώδεες πυκνὰ ἐς ἐμπύησιν ἔρχονται· ἀτὰρ καὶ πυρετὸς τὸν τοιοῦτον ἄγει ἐς ἐμπύησιν. 416. Οἷσιν ἐκ πλευροῦ ἀλγήματος ἀσιτίαι παρακολουθοῦσιν, ὁπό τι καρδιαλγικοὶ, ἱδρώδεες, ἔχοντος δὲ προσώπου ἄνθη, καὶ κοιλίης ὑγροτέρης, ἐκπυήματα κατὰ πλεύμονα ἴσχουσιν. 417. Τὰ ὀρθοπνοῖκὰ ποιέει ὑδρωπιώδεα σκληρά. 418. Τὰ σπάσματα μὲν πάντα ὀχληρὰ γίνεται, καὶ πόνους τε ἐν ἀρχῇ συντόνους παρέχει, καὶ ἐξ ὑστέρου ἐνίους ὑπομιμνήσκει· δυσκολώτατα δὲ τὰ περὶ θώρηκα, μάλιστα δὲ κινδυνεύουσιν, οἷσιν ἔμετος αἵματος, πυρετὸς πολὺς, καὶ πόνος περὶ μαζὸν καὶ θώρηκα καὶ μετάφρενον· οἷσι γὰρ γίνεται πάντα ταῦτα, συντόμως θνήσκουσιν· οἷσι δὲ μὴ πάντα, μηδὲ σφόδρα, βραδύτερον· φλεγμαίνει δὲ τὸ μακρότατον ἡμέρας τεσσαρεσκαίδσκα. 419. Τοῖσιν αἷμα πτύουσιν ἀπυρέτοις εἶναι συμφέρει, καὶ βήσσειν καὶ πονέειν ἐλαφρῶς, καὶ τὸ πτύαλον λεπτύνεσθαι πρὸς τὰς δὶς ἑπτά· πυρέσσειν δὲ καὶ βήσσειν καὶ πονέειν συντόνως, καὶ αἷμα πρόσφατον αἰεὶ πτύειν, ἀσύμφορον. 420. Ὅσοισι τὸ πλευρὸν μετέωρον καὶ θερμότερον, ὅταν ἐγκεκλιμένοισιν ἐπὶ θάτερον βάρος ἐξηρτῆσθαι δοκέῃ, τούτοισι τὸ πῦον ἐκ τοῦ ἑνὸς μέρεός ἐστιν. 421. Τοῖσιν ἐμπύοισι τὸν πλεύμονα, κατὰ κοιλίην πῦον ὑποχωρέειν, θανάσιμον. 422. Ὅσοι, τρωθέντες ἐς τὸν θώρηκα, τὸ μὲν ἐκτὸς τοῦ τρώματος ὑγιάσθησαν, τὸ δ᾿ ἐντὸς μὴ, κινδυνεύουσιν ἔμπυοι γενέσθαι· ὅσοις δ᾿ ἂν ἀσθενὴς ἔνδοθεν ἡ οὐλὴ γένηται, ῥηϊδίως ἀναῤῥήγνυται. 423. Ἀπόλλυνται δὲ ἐκ μὲν τῶν περιπλευμονικῶν ἐμπυημάτων οἱ γεραίτεροι μᾶλλον· ἐκ δὲ τῶν λοιπῶν οἱ νεώτεροι. 424. Τῶν ἐμπύων οἷσι σειομένοισιν ἀπὸ τῶν ὤμων πολὺς γίνεται ψόφος, ἔλασσον ἔχουσι πῦον, ἢ οἷσιν ὀλίγος δυσπνοωτέροισιν ἐοῦσι καὶ εὐχροωτέροισιν· οἷσι δὲ ψόφος μὲν μηδὲ εἷς ἐγγίνεται, δύσπνοια δὲ ἰσχυρὴ, καὶ ὄνυχες πέλιοι, πλήρεες οὗτοί εἰσι πύου καὶ ὀλέθριοι. 425. Ὅσοι ἀφρῶδες αἷμα ἐμέουσι, πόνου μὴ ἐόντος κάτω τοῦ διαφράγματος, ἀπὸ τοῦ πλεύμονος ἐμέουσιν· καὶ οἷσι μὲν ἡ μεγάλη φλὲψ ἐν αὐτῷ ῥήγνυται, πολύ τε ἐμέουσι καί εἰσιν ἐπικίνδυνοι· οἷσι δὲ ἡ ἐλάσσων, ἔλασσόν τε ἀνάγουσι, καί εἰσιν ἀσφαλέστεροι.