Ancient Greek
Chapter 21
Hippocrates, Coa praesagia 21
Not analysed yet
XXI. 426. Τῶν φθισικῶν οἷσιν ἐπὶ τοῦ πυρὸς ὄζει τὸ πτύαλον κνίσσης βαρὺ, καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ἀπόλλυνται. 427. Τῶν φθισικῶν οἷσιν ἐπὶ θάλασσαν πτύουσιν ἐς τὸν πυθμένα βαδίζει τὸ πῦον, ὀλέθριον συντόμως· ἔστω δὲ ἐν χαλκῷ ἡ θάλασσα. 428. Ὅσοισι τῶν φθισικῶν αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ὑπὸ διαῤῥοίης ἀπόλλυνται· καὶ ὅσοισι φθισικοῖσιν ἐπιγίνονται διάῤῥοιαι, θνήσκουσιν. 429. Αἱ ἐν φθινώδεσιν ἐπισχέσιες πτυάλων ἐξιστᾶσι ληρωδῶς· αἱμοῤῥοΐδα τούτοισιν ἐλπὶς ἐπιφανῆναι. 430. Φθίσιες ἐπικινδυνόταται, αἵ τε ἀπὸ ῥήξιος φλεβῶν τῶν παχειῶν, καὶ ἀπὸ κατάῤῥου τοῦ ἀπὸ κεφαλῆς. 431. Τῶν δὲ ἡλικιῶν ἐπικινδυνόταται πρὸς φθίσιν ἀπὸ ιη ἐτέων μέχρι ε καὶ λ. 432. Τὰ κνησμώδεα σώματα μετὰ κοιλίης στάσιν ἐν φθισικοῖσι, κακόν. 433. Ἐπὶ τῇσι φθινώδεσιν ἕξεσι μετὰ πυρετοῦ ἐς οὖλα καὶ ὀδόντας ῥεύματα ἐπιφαίνομενα, κακόν. 434. Ἐπὶ πᾶσιν ὑποχόνδρια μετέωρα, κακόν· κάκιστον δὲ ἐπὶ τοῖσι φθισικοῖσι τῶν μακρῶν· ἐπὶ τοῖσι τετηκόσιν ὀλέθριον, ἔνιοι πρὸ τῶν τελευτῶν ἐπιῤῥιγοῦσιν. 435. Τὰ ἀμυχώδεα ἐξανθίσματα φθίσιν ἕξιος σημαίνει. 436. Οἱ δύσπνοοι ξηρῶς, ἢ πολλὰ ἄπεπτα ἀνάγοντες ἐν φθίσει, ὀλέθριοι.