Ancient Greek · ~21 min
Chapter 34
Hippocrates, Coa praesagia 34.1
Not analysed yet
XXXIV. 564. Οὖρον ἐν πυρετῷ λευκὴν ἔχον καὶ λείην ὑπόστασιν ἱδρυμένην, ταχεῖαν ἄφεσιν σημαίνει· ταχεῖαν δὲ καὶ τὸ ἐξ ἀκρίτου λίπος ἴσχον τι ἐξυδατούμενον· τὸ δὲ ὑπέρυθρον καὶ τὴν ὑπόστασιν ἔχον ὑπέρυθρόν τε καὶ λείην, πρὸ μὲν τῆς ἑβδόμης γενόμενον, ἑβδομαῖον ἀπολύει, μετὰ δὲ τὴν ἑβδόμην, χρονιώτερον ἢ πάντως χρόνιον· τό τε ἐν τετάρτῃ λαβὸν ἐπινέφελον ὑπέρυθρον, ἑβδομαῖον ἀπολύει, τῶν λοιπῶν κατὰ λόγον ἐχόντων. Τὸ δὲ λεπτὸν καὶ χολῶδες καὶ τὸ μόλις γλίσχρων ἔχον ὑπόστασιν, καὶ τὸ μεταβάλλον ἐπὶ τὸ βέλτιον καὶ χεῖρον, χρόνιον· ἐπὶ πλεῖον δὲ τοῦτο ἐπακολουθοῦν, ἢ περὶ κρίσιν χειρόνων γενομένων, οὐκ ἀκίνδυνον. 565. Ὑδατῶδες δὲ καὶ λευκὸν διατελέως ἐν χρονίοισι, δύσκριτον γίνεται καὶ οὐκ ἀσφαλές. 556. Νεφέλαι δὲ ἐν οὔροισι λευκαὶ μὲν καὶ κάτω, λυσιτελέες· ἐρυθραὶ δὲ, καὶ μέλαιναι, καὶ πελιαὶ, δύσκολοι. 567. Κινδυνῶδες τῶν οὔρων ἐστὶ τὸ χολῶδες μὴ ὑπέρυθρον ἐν τοῖσιν ὀξέσι, καὶ τὸ κριμνῶδες λευκὰς ἔχον ὑποστάσιας, καὶ τὸ ποικίλον χροιῇ καὶ ὑποστάσει, καὶ μάλιστα τοῖσιν ἀπὸ τῆς κεφαλῆς ῥευματισμοῖσιν. Κινδυνῶδες δὲ καὶ τὸ ἐκ μέλανος μεθιστάμενον ἐς λεπτὸν χολῶδες, καὶ τὸ ἐξ ὑποστάσιος διασπώμενον, καὶ τὸ ἐκ τροφιώδεος ὑπόστασιν ἴσχον ὑποπέλιον ἰλυώδεα· ἆρα ἐκ τοιούτων ὑποχόνδριον ὀδυνῶνται, δοκέω δεξιὸν, ἢ καὶ χλοώδεες γίνονται, καὶ τὰ παρ᾿ οὖς ὀδυνώδεες; τούτοισιν ἐπὶ βραχὺ κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον. 568. Οὖρα ἐξαίφνης παραλόγως ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα, καὶ ὅλως τὸ παραλόγως πέπον ἐν ὀξεῖ, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἐξέρυθρον ἐκ τούτων ἐπάνθισμα ἰώδει κατεχόμενον. Λευκὸν δὲ καὶ καταχεόμενον διαφανὲς οὖρον, πονηρόν· μάλιστα ἐν φρενιτικοῖσιν ἐπιφαίνεται. Πονηρὸν δὲ καὶ τὸ μετὰ ποτὸν ταχέως διουρούμενον, καὶ μάλιστα πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν. Πονηρὸν δὲ καὶ τὸ πρὸ ῥίγους ἐλαιῶδες οὐρούμενον. Πονηρὸν δ᾿ ἐν τοῖσιν ὀξέσι καὶ τὰ χλοιώδεα μὴ ἐπὶ χροιῇ ἐόντα. 569. Ὀλέθριον δ᾿ ἐστὶ τῶν οὔρων τό τε μέλαιναν τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μέλαν· μᾶλλον δ᾿ ἐν τοῖσι παισὶ τὸ λεπτὸν τοῦ παχέος, τοῖσι δὲ λεπτοῖσι τὸ ἀνάπαλιν· οἷσι συνεστραμμένοις καὶ τὸ χαλαζῶδες διαχεόμενον, τὸ δ᾿ αὐτὸ καὶ ἐπίπονον· ὀλέθριον δ᾿ ἐστὶ καὶ πᾶν τὸ λαθραίως οὐρούμενον· περιπλευμονικοῖσι δ᾿ ἐστὶν ὀλέθριον καὶ τὸ ἐν ἀρχῇ μὲν πέπον, μετὰ δὲ τὴν τετράδα λεπτυνόμενον. 570. Πλευριτικοῖσιν οὖρον αἱματῶδες, ζοφῶδες, μεθ᾿ ὑποστάσιος ποικίλης ἀδιακρίτου, θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ· θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρασοειδὲς μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κατόχως κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον. 571. Οὖρον δὲ ὠμὸν πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημάτων δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαίνει πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ᾿ ἀνατεταραγμένον μεθ᾿ ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων κεφαλαλγίην· τὸ δ᾿ ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑποστάσιας οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες, συντήξιος· τὰ δ᾿ ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου· τὰ δ᾿ ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς, φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα. 572. Οὖρον ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομένην σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ᾿ αὑτὸ ἐφιστάμενον; 573. Τὰ δ᾿ ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέλανα, φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ αἱ μετὰ φρίκης ὑφιστάμεναι, σπασμώδεες. 574. Οὖρον χρηστὴν ἔχον ὑπόστασιν, ἐξαπίνης μὴ ἔχον, πόνον καὶ μεταβολὴν σημαίνει· τὸ δὲ ὑπόστασιν ἔχον, ἐπιταραχθὲν καθιστάμενον, ῥῖγος περὶ κρίσιν, τάχα δὲ καὶ ἐς τριταῖον ἢ τεταρταῖον μετάστασιν. 575. Ἐν πλευριτικοῖσιν οὖρον ὑπέρυθρον, ἔχον λείην ὑπόστασιν, ἀσφαλέα κρίσιν σημαίνει· τὸ δ᾿ ὑπόχλωρον εὐανθὲς, λευκὴν ἔχον ὑπόστασιν, καὶ ταχεῖαν· τὸ δὲ ἐρυθρὸν σφόδρα καὶ εὐανθὲς, ὑπόστασιν χλωρὴν ἔχον λείην εἰλικρινέα, πολυχρόνιον σφόδρα ταραχώδεα νοῦσον μεταβάλλουσαν ἐς ἄλλην, οὐ μὴν ὀλέθριον· τὸ δὲ λευκὸν, ὑδατῶδες, κριμνώδεα πυῤῥὴν ἔχον ὑπόστασιν, πόνον καὶ κίνδυνον σημαίνει· καὶ τὸ χλωρὸν πυῤῥὴν ἔχον ὑπόστασιν κριμνώδεα, χρόνον καὶ κίνδυνον σημαίνει. 576. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρον· καὶ τὸ κατεψῦχθαι ὧδε, πονηρόν. 577. Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκώδεα ἐν τοιούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἆρά τι καὶ παρακρούουσιν; 578. Νεφρῶν ἐξαπίναιον ἄλγημα, μετὰ οὔρου ἐπισχέσιος, λιθιδίων οὔρησιν ἢ παχέων οὔρων σημαίνει· τρομώδεα πρεσβυτέροισιν ἐν πυρετῷ καὶ οὕτως ἐπιφαινόμενα, λιθίδιά που διουρέει. 579. Οὔρου ἀπόληψις καὶ βάρος ἐν νειαίρῃ σημαίνει ὡς τὰ πολλὰ στραγγουρίην ἐσομένην· εἰ δὲ μὴ, ἄλλην ἀῤῥωστίην, ἣν εἴωθεν ἀῤῥωστεῖν. 580. Ἐν χολώδεσιν οὔρου ἀπόληψις κτείνει συντόμως. 581. Οὖρον ἐν πυρετῷ δάσος ἔχον διασπώμενον, ὑποτροπικὸν, ἢ ἱδρῶδες. 582. Ἐν μακροῖσι πυρετοῖσι λεπτοῖσι πλανώδεσι, λεπτῶν οὔρων οὐρήσιες, σπληνώδεες. 583. Ἐν πυρετῷ ἄλλοτε ἀλλοίων οὔρων οὐρήσιες μηκύνουσιν. 584. Τὰ οὐρούμενα, ὑπομνησάντων, ἄλλως δὲ ὀλέθρια· ἆρα τούτοισιν οὐρεῖται, οἷον εἰ τὴν ὑπόστασιν ταράξειας. 585. Οἷσιν οὖρα ὀλίγα, θρομβώδεα, οὐκ ἀπυρέτοις, πλῆθος ἐκ τούτων ἐλθὸν λεπτὸν, ὠφελεῖ· ἔρχεται δὲ τοιαῦτα, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει. 586. Οἷσιν οὖρα ταχέως ὑπόστασιν ἴσχει, ταχέως οὗτοι κρίνονται. 587. Ἐπιληπτικοῖς οὖρα λεπτὰ καὶ ἄπεπτα παρὰ τὸ ἔθος ἄνευ πλησμονῆς, ἐπίληψιν σημαίνει, ἄλλως τε κἤν τις ἐς ἀκρώμιον ἢ τράχηλον ἢ μετάφρενον πόνος, ἢ σπασμὸς ἐμπεπτώκῃ, ἢ νάρκη περιγίνηται τοῦ σώματος, ἢ ταραχῶδες ἐνύπνιον ἑωράκῃ. 588. Τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας, καὶ οὖρον, καὶ ἔμετον, καὶ διαχωρήματα, κακὸν μὲν πάντως, κάκιστον δὲ, ἐγγὺς ἀλλήλων ἰόντα.