Ancient Greek
Chapter 35
Hippocrates, Coa praesagia 35.1
Not analysed yet
XXXV. 589. Διαχώρημα κοιλίης βέλτιστον, μαλθακὸν, συνεστηκὸς, ὑπόπυῤῥον, μὴ σφόδρα δυσῶδες, διαχωρέον τὴν εἰθισμένην ὥρην· πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων· παχυνέσθω δὲ πρὸς τὴν κρίσιν· χρήσιμον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι, πρὸς κρίσιν προσάγον. 590. Ἐν ὀξέσι τὸ ἀφρῶδες περίχολον διαχώρημα, κακόν· κακὸν δὲ καὶ τὸ ἔκλευκον· ἔτι δὲ κάκιον τὸ ἀλητοειδὲς κοπριῶδες· κάρος ἐπὶ τούτοισι, κακὸν, καὶ αἱματώδης διαχώρησις, καὶ κενεαγγίη παράλογος. 591. Κοιλίης ἀπόληψις μικρὰ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσα, μυκτὴρ τούτοισι ῥηγνύμενος, κακόν. 592. Γλίσχρον ἄκρητον, ἢ λευκὸν διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἅλες ἐζυμωμένον ὑποφλεγματῶδες· πονηρὸν δὲ καὶ ἐκ τροφιωδέων ὑπόστασις ὑποπέλιος, πυώδης μετὰ χολώδεος. 593. Αἷμα λαμπρὸν διαχωρέειν, κακὸν, ἄλλως τε κἤν τις ὀδύνη παρῇ. 594. Τὸ ἀφρῶδες περίχολον διαχώρημα, φλαῦρον· καὶ ἰκτεροῦνται δὲ ἐκ τοιούτων. 595. Ἐπὶ τοῖσι χολώδεσι τὸ ἀφρῶδες ἀπάνθισμα, κακὸν, μάλιστα δὲ ὀσφὺν πεπονηκότι, καὶ παρενεχθέντι· ἀραιὰ δὲ τούτοισι τὰ ἀλγήματα. 596. Λεπτὸν ἔπαφρον διαχώρημα, ὑδατόχλοον ἴσχον ὑπόστασιν, πονηρόν; πονηρὸν δὲ καὶ τὸ πυῶδες· καὶ τὸ μέλαν αἱματῶδες, πονηρὸν σὺν πυρετῷ καὶ ἄλλως· καὶ τὸ ποικίλον κατακορὲς διαχώρημα, φλαῦρον, καὶ χεῖρον ὅσῳ φοβερώτερον τῇ χροιῇ, πλὴν ἐν φαρμακείησιν, ἐν δὲ ταύτῃσιν ἀκίνδυνον μὴ πλήθει ὑπερβάλλον· καὶ τὸ ψαφαρὸν μαλθακὸν ἐν πυρετῷ διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ξηρὸν, ψαφαρὸν, ἄχλοον, καὶ ἄλλως καὶ ἢν κοιλίην καθυγραίνῃ· μελάνων δὲ προδιελθόντων, κτείνει. 597. Ὑγρὸν διαχώρημα καὶ ἀθρόον κατὰ μικρὸν, κακόν· τὸ μὲν γὰρ ἀγρυπνίην, τὸ δὲ ἔκλυσιν τάχ᾿ ἂν ποιήσῃ. 598. Ἔνυγρον ὑποψάφαρον διαχώρημα περιψυχόμενον μὴ ἀπύρῳ, φλαῦρον· τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν, κοιλίην ἐπιλαμβάνει. 599. Ὑδατῶδες δὲ σφόδρα διαχώρημα μὴ παυόμενον ἐν ὀξέσι, κακὸν, καὶ μᾶλλον εἰ καὶ ἀδιψήσει. 600. Ἐξέρυθρον ἐν περιπλύσει διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ σφόδρα χλωρὸν, ἢ λευκὸν, ἢ ἀφρῶδες, ἢ ὑδαρές· καὶ τὸ μικρόν τε καὶ γλίσχρον, καὶ λεῖον καὶ ὑπόχλωρον, κακόν· καὶ τὸ κωματώδεσι νενωθρευμένοισιν ὑγρὸν διαχώρημα, κάκιστον· θανατῶδες δὲ καὶ αἱμοῤῥοεῖν αἱματῶδες πολὺ θρομβῶδες· λευκόν τε καὶ ὑγρὸν μετὰ κοιλίης μετεώρου. 601. Διαχώρημα μέλαν οἷον αἷμα, καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, πονηρόν· πονηρὸν δὲ καὶ πάντα τὰ ποικίλα· καὶ τὰ κατακορέα πονηρά. 602. Τὰ ἐς ἀφρώδεα ἄκρητα τελευτῶντα διαχωρήματα, παροξυντικὰ μὲν πᾶσι, τοῖσι δὲ σπασμώδεσι καὶ πάνυ· ἐκ τοιούτων τὰ παρ᾿ οὖς ἀνίσταται· τὰ δὲ ἐξυγραινόμενα καὶ πάλιν συνιστάμενα, ἄκρητα, κοπρώδεα, μῆκος νούσου σημαίνει· τὸ δὲ ἐξέρυθρον ἐν πυρετῷ, παρακοπήν· τὸ δὲ λευκὸν κοπρῶδες ἰκτέρῳ, δύσκολον· τὸ δὲ ὑγρὸν ἐν τῷ τεθῆναι λαβὸν ἔρευθος, αἱμοῤῥαγέσι. 603. Γλίσχρον διαχώρημα μέλασι διαποίκιλον, κακόηθες, μάλιστα δὲ ἐκλεύκοις. 604. Ἔκλευκον διαχώρημα ἐν πυρετῷ, οὐκ εὐκρινές. 605. Κοιλίη ταραχώδῃς σμικρῇσι πυκνῇσιν ἀναστάσεσι, σιηγόνας ἐντείνει· λύει δὲ καὶ ἐπὶ προσώπου γενόμενα ἐρυθήματα. 606. Κοπρώδης μετὰ τόνου διαχώρησις, κοιλίης πονηρίην σημαίνει· φλεγματώδης δὲ ὀξέως μετὰ καρδιωγμοῦ, δυσεντερίην, τάχα δὲ καὶ ὀσφυαλγίην· τοῖσι τοιούτοισι κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες· τὸ ἐπιῤῥιγοῦν τούτοισιν ὀλέθριον. 607. Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς. 608. Οἷσι κοιλίη κατ᾿ ἀρχὰς ταράσσεται, τὰ δὲ οὖρα μικρὰ, προαγόντων κοιλίη μὲν ξηραίνεται, τὸ δ᾿ οὖρον πληθύει λεπτὸν. τούτοισιν ἀποστάσιες ἐς ἄρθρα. 609. Αἱ κατὰ μικρὰ ἀναστάσιες, ῥιγώδεες, καὶ οἷς φλαῦρον διαχώρημα, δυσκολώτατον τεταρταίοισιν ἀρχόμενον. 610. Αἱ πυκναὶ κατὰ μικρὰ ἀναστάσιες ὑπόγλισχροι, ἔχουσαι μικρὰ κοπρώδεα, μεθ᾿ ὑποχονδρίου καὶ πλευροῦ ἀλγήματος, ἰκτερώδεες· ἆρα, ἐπιστάντων, οὗτοι ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥοεῖν τούτους· τὰ δ᾿ ἐς ὀσφὺν ἀλγήματα ἐν τούτοισιν αἱμοῤῥοεῖ. 611. Οἷσιν αἷμα διαχωρέει λαμπρὸν μετὰ κάρου καὶ κεφαλαλγίης, τὸ ἐπιχλιαίνεσθαι, ὀλέθριον. 612. Τὰ γλίσχρα χολώδεα μᾶλλόν τι τὰς ἀποστάσιας παρ᾿ οὖς ποιέει. 613. Ὅσα, κοιλίης καθυγραινομένης, οἰδήματα μετεωρίζεται μετὰ ἀλγημάτων, κακόν· κοιλίης δ᾿ ἐπιστάσης, ἄλλου δέ τινος μὴ νεωτερισθέντος, ταχέως καταῤῥήγνυται, καὶ κακοηθέστερον· τὰ ἐμούμενα ἐπὶ τούτοισι, πονηρὰ καὶ θηριώδεα. 614. Οἷσιν ἐπὶ φλογώδεσι καὶ ἐξερύθροις λυομένοις δυσῶδες, λάβρον, ὑπέρυθρον, ἐλπὶς ἐκμανῆναι. 615. Ὁ αὐχμώδης χρὼς σημαίνει κοιλίην πονηρευομένην· ἐπὶ τούτοισιν ἐξέρυθρα σαρκόπυα μάλιστα δίεισιν. 616. Ἐπὶ κοιλίην χολώδη, μαλθακὴν, κοπρώδη, κώματα ἐπιφανέντα παρ᾿ οὖς ἔπαρμα ποιέει. 617. Χολώδεα διαχωρήματα κώφωσις παύει· κώφωσιν δὲ παύει χολῶδες διαχώρημα. 618. Τὰ ἑρπυστικὰ ὑπεράνω βουβῶνος, πρὸς κενεῶνα καὶ ἥβην γινόμενα, σημαίνει κοιλίην πονηρευομένην. 619. Ἔκλυσις ὀδύνην λύουσα, κοιλίην μάλα καθυγραίνει. 620. Τὰ καθ᾿ ἕδρην ὀδυνώδεα ἐκπυήματα κοιλίην ἐπιταράσσει. 621. Θανατώδεά ἐστι τῶν διαχωρημάτων τὸ λιπαρὸν, καὶ τὸ μέλαν, καὶ τὸ πελιὸν μετὰ δυσωδίης, καὶ τὸ χολῶδες ἔχον ἐν ἑωυτῷ φακῶν ἢ ἐρεβίνθων ἐρίγμασι παραπλήσια, ἢ οἷον θρόμβους αἵματος εὐανθεῖς, κατὰ τὴν ὀδμὴν ὅμοιον τῷ τῶν νηπίων, καὶ τὸ ποικίλον, τὸ δ᾿ αὐτὸ καὶ χρόνιον· γίνοιτο δ᾿ ἂν τοιοῦτον αἱματῶδες, ξυσματῶδες, χολῶδες, μέλαν, πρασοειδὲς, καὶ ὁμοῦ καὶ ἐναλλάξ. Θανατῶδες δὲ καὶ πᾶν ἐστι τὸ ἀναισθήτως διεξιόν. 622. Ποτὸν χαλεπῶς καταβρογχίζοντι, πνεύματι βηχώδει, ἐρευγμὸς ὑποσπώμενος, εἴσω κατειλούμενος, σημαίνει πόνον κοιλίης. 623. Πονηρὸν δὲ καὶ ἐξερυθρώδεα τεταρταίοισι, καὶ αἱ τοιαῦται αἱμόῤῥοιαι, κωματώδεες· ἐκ τούτων σπασμῷ τελευτῶσι, μελάνων προδιελθόντων. 624. Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς. 625. Αἱ ἐξαίφνης παράλογοι ἐκλύσιες κοιλίης ἐν τοῖσι τετηκόσι χρονίοισιν, ἅμα ἀφωνίῃ τρομώδει, ὀλέθριοι· αἱ λεπταὶ μελάνων διαχωρήσιες αἱ φρικώδεες, βελτίους τοῖσι τοιούτοισιν· αἱ τοιαῦται ὠφελοῦσι μάλιστα κατὰ τὴν ἡλικίην, ᾗ προακμάζουσιν. 626. Πᾶσι τὰ κνησμώδεα μελάνων διαχώρησιν σημαίνει καὶ ἔμετον θρομβώδεα· καὶ τρομώδεα σὺν δηγμῷ μετὰ κεφαλαλγίης, τὰ μέλανα διαχωρήματα· πρὸ τῶν τοιούτων ἔμετος διέρχεται, καὶ ἐμέσασι συχνὰ τοιαῦτα προσκατασπᾶται. 627. Οἷσι δὲ ἐπὶ ταραχῆς κοιλίης παροξύνεται περὶ κρίσιν, κάτω μέλανα διέρχεται. 628. Ἐπὶ κοιλίῃ μακρῇ, ἐμετώδεσι, χολώδεσιν, ἀποσίτοις, ἱδρὼς πολὺς μετὰ ἀδυναμίης ἐξαπίνης κτείνει. 629. Ἐν φαρμακείῃσιν ἐν περιῤῥῷ λεπτὸν συχνῶς αἷμα ἐκτηκόμενον, φλαῦρον. 630. Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσιν ἅμα φρικώδεσιν, ἀποσίτοις, σμικρὰ ἐφυγραινομένης κοιλίης κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει. 631. Ἅμα πυρετῷ κοιλίη ταραχώδης τρόπον ἁλμυρώδεα, κωματώδεσι νωθροῖς οὐ πάνυ παρέπεται. 632. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπιώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἐξερύθρῳ χρώματι λυομένους ἐλπὶς ἐκμανῆναι. 633. Ἢν δύσπνοοι ἔωσι, πρὸς τὸ ἐκχλοιοῦσθαι εὔπνοον ἄσιτόν τε, κοιλίης ἐπεισελθούσης. 634. Τὰ καυματώδεα διαχωρήματα τόνον ἴσχοντα, κοιλίην πονηρευομένην σημαίνει. 635. Τοῖσι χολώδεσι κοιλίη ταραχώδης, μικρὰ πυκνὰ διαδιδοῦσα τονώδεα μικροῖσι μυξώδεσι, πόνον περὶ τὸ λεπτὸν ποιέουσι, καὶ οὖρον οὐκ εὐλύτως ἰὸν, ἐς ὕδρωπα ἐκ τοιούτων ἀποτελευτᾷ. 636. Αἱ τρομώδεες γλῶσσαι, σημεῖον ἐνίοισι κοιλίης καταῤῥαγησομένης. 637. Οἷσι καῦμα γίνεται, ἐπάφρων διελθόντων, πυρετὸς παροξύνεται. 638. Ἐπὶ κοιλίῃσιν ὑγρῇσι κατάψυξις μεθ᾿ ἱδρῶτος, φλαῦρον. 639. Ἐπὶ κοιλίῃσι ὑγρῇσι τὰ ἀπὸ οὔλων αἵματα ἐπιῤῥυέντα, θανατῶδες. 640. Διαχώρημα καθαρὸν ἐπιγενόμενον, λύει πυρετὸν ὀξὺν μεθ᾿ ἱδρῶτος.