Ancient Greek · ~13 min
Chapter 4
Hippocrates, Coa praesagia 4.1
Not analysed yet
ΙV. 156. Κεφαλῆς πόνος ξύντονος μετ᾿ ὀξέος πυρετοῦ καὶ ἄλλου σημείου τῶν δυσκόλων, θανάσιμον. ἄνευ δὲ σημείου φαύλου, ὑπερβάλλων τὰς εἴκοσιν ἡμέρας, αἵματος ῥύσιν, ἢ πύου ἐκ ῥινὸς, ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου, τὰς ῥύσιας. 157. Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλήκτους, ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλήσμονας. 158. Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται. 159. Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ᾿ οὖς οἴδημα ποιέει. 160. Κεφαλαλγίη μεθ᾿ ἕδρης καὶ αἰδοίων ἀλγήματος, νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ τουτέων, φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γενόμενοι. 161. Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολουθοῦντα, τὰ παρ᾿ οὖς ἐπαίρει. 162. Οἱ κεφαλαλγέες, κατόχως ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί. 163. Τὰ σείοντα κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσεντερικά. 164. Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγέουσιν, ἄλλως τε καὶ ἤν τι ἐς τράχηλον συντείνῃ. 165. Τὰ ἐν κεφαλαγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος, ἀγρύπνοισι, ταχὺ ἐκμαίνει. 166. Οἷσι κεφαλῆς καὶ τραχήλου πόνος, καὶ ὅλου δέ τις ἀκράτεια τρομώδης, αἱμοῤῥαγίη λύει· ἀτὰρ καὶ οὕτω χρόνῳ λύονται· αἱ δὲ κύστιες ἐν τουτέῳ ἀπολαμβάνονται. 167. Ἐν τῇσιν ὀξείῃσι κεφαλαλγίῃσι, καὶ τῇσι ναρκώδεσι μετὰ βάρεος, ἐθέλει σπασμώδεα γίνεσθαι. 168. Κεφα· λαλγίην λύει πῦον διὰ ῥινῶν, ἢ πτύαλα παχέα καὶ ἄνοσμα· λύει δὲ καὶ ἑλκέων ἔκθυσις, ποτὲ δὲ καὶ ὕπνος, καὶ κοιλίης ῥύσις. 169. Κεφαλῆς ἄλγημα μέτριον μετὰ δίψης, μὴ ἰδίουσιν, ἢ μετὰ ἱδρῶτος μὴ λύοντος τὸν πυρετὸν, ἀπαστάσιας ἐν οὔλοισιν ἢ παρ᾿ οὖς σημαίνει, μὴ κοιλίης ἐκταραχθείσης. 170. Κεφαλαλγίη καρώδης μετὰ βάρεος ποιέει τι σπασμῶδες. 171. Οἱ κεφαλαλγικοὶ, διψώδεες, ὑπάγρυπνοι, ἀσαφέες, ἀδύνατοι, ἐπὶ κοιλίῃ ὑγρῇ κοπιώδεες, ἦρά γε ἐξίστανται; 172. Κεφαλαλγέες, ὑπόκωφοι, χεῖρας τρομώδεες, τράχηλον ὀδυνώδεες, οὐρέοντες μέλανα δεδασυμένα, ἐμέοντες μέλανα, ὀλέθριοι. 173. Οἱ κεφαλαλγέες, ἐφιδροῦντες, κοιλίην ἀπειλημμένοι, σπασμώδεες. 174. Τὸ καρῶδες πανταχοῦ κακόν. 175. Οἱ κωματώδεες ἐν ἀρχῇσι γενόμενοι μετὰ κεφαλῆς, ὀσφύος, τραχήλου, ὑποχονδρίου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἐοῦσιν, ἢ ἀρχομένοισιν· κακὸν δὲ καὶ κοιλίης περίπλυσις ἐξέρυθρος. 176. Οἱ [κωματώδεες] ἐξ ἀρχῆς ἐφιδρώσαντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως δὲ περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι. 177. Οἱ κωματώδεες ὕπνοι, καὶ αἱ καταψύξιες, ὀλέθριον. 178. Κωματώδεας, κοπιώδεας, κεκωφωμένους, κοιλίης κατεῤῥωγυίης, ἐρυθρὰ διελθόντα περὶ κρίσιν ὠφελέει. 178. Κωματώδεες, ἀσώδεες, ὑποχόνδριον ὀδυνώδεες, σμικρὰ ἐμετώδεες, τὰ παρ᾿ οὖς ἴσχουσι, πρόσθεν δὲ περὶ τὸ πρόσωπον ἐπάρματα. 180. Τὰ μετὰ κώματος, ἐξαίφνης παρακρούσαντα ἀλυσμῷ, αἱμοῤῥαγικά. 181. Τὰ κωματώδεα, ἀσώδεα, ὀδυνώδεα ὑποχόνδρια, θαμινὰ σμικρὰ πτύοντα, τὰ παρ᾿ οὖς ἐπαίρει· τὸ κωματῶδες ἦρά τι ἔχει σπασμῶδες; 182. Κωματώδεα, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, ἀπόσιτοι, ἀπολελαμμένοι, ἐφιδροῦντες· ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς διελθὸν λύγγα σημαίνει; κοιλίη δὲ ἦρα χολώδης προσδιέρχεται; τὸ λαμπῶδες ἐν τουτέοισιν οὐρηθὲν ὠφελέει, καὶ κοιλίαι δὲ τουτέοισιν ἐπιταράσσονται.