Ancient Greek
Chapter 3
Hippocrates, Coa praesagia 3
Not analysed yet
III. 137. Ὁκόσοισιν ἐν πυρετοῖσιν ἀκρίτως τὰ τρομώδεα παύεται, τουτέοισι χρόνῳ ἐς ἄρθρα ἀπόστασις ὀδυνώδης ἐκπυοῦσα, καὶ κύστις ἐπώδυνος. 138. Τῶν πυρεσσόντων οἷσι μὲν ἐρυθήματα ἐπὶ προσώπων καὶ πόνος κεφαλῆς ἰσχυρὸς, καὶ σφυγμὸς φλεβῶν, αἵματος ῥύσις τὰ πολλὰ γίνεται· οἷσι δὲ ἄσαι, καὶ καρδιωγμοὶ, καὶ πτυαλισμοὶ, ἔμετος. Οἷσι δὲ ἐρευγμοὶ, φῦσαι, ψόφοι κοιλίης, καὶ ἐπάρσιες, καὶ ἐκτάραξις κοιλίης. 139. Τοῖσι χρονίζουσιν ἀσφαλέως ἐν πυρετῷ ξυνεχεῖ, χωρὶς πόνου, ἢ φλεγμονῆς, ἢ ἄλλης προφάσιος, ἀπόστασιν προσδέχεσθαι μετὰ πόνου καὶ οἰδήματος, καὶ μᾶλλον ἐς τὰ κάτω χωρία· προσδέχεσθαι δὲ δεῖ τὰς ἀποστάσιας τοῖσιν εἰς τριήκοντα ἔτεα μᾶλλον· ὑποσκέπτεσθαι δὲ τουτέοισι τὰς ἀποστάσιας, ἢν τὰς εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ· τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον γίνονται, καὶ πολλῷ χρόνῳ γενομένων τῶν πυρετῶν· οἱ δὲ διαλείποντες καὶ λαμβάνοντες πεπλανημένως, φθινοπώρου μάλιστα ἐς τεταρταῖον ἐπιεικέως μεθίστανται, καὶ μᾶλλον τοῖσιν ὑπὲρ τὰ τριήκοντα ἔτεα γεγονόσιν· αἱ δὲ ἀποστάσιες τοῦ χειμῶνος γίνονταί τε μᾶλλον, καὶ παύονται βραδύτερον, καὶ ἧσσον παλινδρομέουσιν. 140. Τοῖσι δὲ πολλάκις ὑποτροπιασθεῖσιν, ἢν ἑξάμηνον ὑπερβάλλωσιν, ἰσχιαδικὴ φθίσις ἐπιεικέως γίνεται. 141. Ὁκόσα πυρετῷ ἀντιδίδοται, καὶ μὴ ἀποστηματώδεα σημεῖα. κακοήθεα. 142. Τῶν πυρετῶν οἱ μήτε ἐν ἡμέρῃσι κρισίμῃσι, μήτε μετὰ σημεῖον λυτήριον ἀφιέντες, ὑποτροπιάζουσιν. 143. Τὰ ὀξέα τῶν νοσημάτων ἐν ἡμέρῃσι κρίνεται τεσσαρεσκαίδεκα. 144. Τριταῖος ἀκριβὴς ἐν πέντε, ἢ ἐν ἑπτὰ περιόδοισιν, ἢ τὸ μακρότατον ἐν ἐννέα κρίνεται. 145. Οἷσιν ἀρχομένοισι πυρέσσειν, αἵματος στάζοντος ἐκ ῥινῶν, ἢ πταρμοῦ γενομένου, λευκὴν ὑπόστασιν τὸ οὖρον ἴσχει ἐν τῇ τετάρτῃ, λύσιν ἐν τῇ ἑβδόμῃ σημαίνει. 146. Τὰ ὀξέα κρίνεται, αἵματος ἐκ ῥινέων ῥυέντος ἐν κρισίμῳ, καὶ ἱδρῶτος πολλοῦ γενομένου, καὶ οὔρου πυώδεος καὶ ὑαλώδεος γενομένου, ὑπόστασιν χρηστὴν ἔχοντος, καὶ ἀθρόου γενομένου, καὶ ἀποστήματος ἀξιολόγου, καὶ κοιλίης μυξώδεος καὶ αἱματώδεος, καὶ ἐξαπίνης καταῤῥαγείσης, καὶ ἐμέτων οὐ μοχθηρῶν κατὰ κρίσιν. 147. Ὕπνοι βαθέες, μὴ ταραχώδεες, βεβαίαν κρίσιν σημαίνουσιν· οἱ δὲ ταραχώδεες μετὰ ἀλγήματος σώματος, ἀβέβαιοι. 148. ἑβδομαίοισιν, ἢ ἐναταίοισιν, ἢ τεσσαρεσκαιδεκαταίοισι ῥύσιες ἐκ ῥινέων λύουσιν ὡς ἐπὶ τὸ πουλὺ τοὺς πυρετούς· ὁμοίως δὲ καὶ κοιλίης, ῥύσις χολώδης, καὶ δυσεντεριώδης, καὶ πόνος γουνάτων, ἢ ἰσχίων, καὶ οὖρον πεπανθὲν πρὸς τὴν κρίσιν, ἐν γυναικὶ δὲ καὶ ἐπιμηνίων ῥύσις. 149. Οἱ ἐν πυρετοῖσιν αἱμοῤῥαγήσαντες ἱκανῶς ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι κοιλίας καθυγραίνονται 150. Οἱ ἐν πυρετοῖσιν ἐφιδρώοντες, κεφαλαλγέες, κοιλίην ἀπολελαμμένοι, σπασμώδεες. 154. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, καὶ θηριώδη καὶ σπασμὸν σημαίνουσιν. 152. Σπασμὸς ἐν πυρετῷ γενόμενος, παύει τὸν πυρετὸν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ. 153. Σπασμὸς ἐν πυρετῷ γενόμενος καὶ παυόμενος αὐθημερὸν, ἀγαθόν· ὑπερβάλλων δὲ τὴν ὥρην ἐν ᾗ ἤρξατο, καὶ μὴ διαπαυόμενος, κακόν. 154. Οἱ διαλείποντες, ἀνωμάλως δὲ χλιαινόμενοι, κοιλίης ἐμφυσωμένης, σμικρὰ διαδιδούσης, ὀσφυαλγήσασι μετὰ κρίσιν, τουτέοισι κοιλίαι καταῤῥήγνυνται· οἱ δὲ περικαέες πρὸς χεῖρα, νωθροὶ, διψώδεες, ἀσώδεες, κοιλίης ἀπειλημμένης, βαρυνόμενοι, ἐκχλοιοῦνται· ἔστι δ᾿ ὅτε καὶ τὰ ἐξέρυθρα ἐν ποσὶ κατακαύματα τὰ αὐτὰ σημαίνει. 155. Οἱ χειμερινοὶ τεταρταῖοι πυρετοὶ ἐπιεικέως μεθίστανται ἐς τὰς ὀξείας νούσους.