Ancient Greek · ~11 min
Chapter 6
Hippocrates, Coa praesagia 6
Not analysed yet
VI. 185. Ὠτὸς πόνος σύντονος, μετὰ πυρετοῦ ὀξέος, καὶ ἄλλου του σημείου τῶν ὑποδυσκόλων, τοὺς μὲν νέους ἑβδομαίους κτείνει καὶ συντομώτερον, παραφρονήσαντας, μὴ ῥυέντος πολλοῦ πύον ἐκ τοῦ ὠτὸς, ἢ ἐκ ῥινῶν αἵματος, μηδὲ ἄλλου του σημείου χρηστοῦ γενομένου· τοὺς δὲ πρεσβυτέρους βραδύτερον καὶ ἧσσον ἀναιρεῖ τά τε γὰρ ὦτα φθάνει ἐκπυέειν, καὶ παραφρονέουσιν ἧσσον· ὑποστρέφουσι δὲ οἱ πολλοὶ τουτέων, καὶ οὕτως ἀπόλλυνται. 186. Κωφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν· κακὸν δὲ καὶ ἐν τοῖσι μακροῖσιν· ἄγει δ᾿ ἐν τουτέοισι καὶ ἐς ἰσχία πόνους. 187. Ἐν πυρετοῖσι κώφωσις κοιλίην ἐφίστησιν. 188. Ὦτα ψυχρὰ καὶ διαφανέα καὶ συνεσταλμένα, ὀλέθριον. 189. Βόμβος ἐν ὀξέσι, καὶ ἦχος ἐν ὠσὶ, θανάσιμον. 190. Ἦχοι μετὰ ἀμβλυωσμοῦ, καὶ κατὰ ῥῖνας βάρεος, παρακρουστικὸν, καὶ αἱμοῤῥαγέει. 191. Οἷσι κώφωσις μετὰ καρηβαρίης, καὶ ὑποχονδρίου ἐντάσιος, καὶ πρὸς αὐγὰς ἐνοχλεῖν, αἱμοῤῥοεῖ. 192. Ἐν ὀξεῖ πυρετῷ ὦτα κωφοῦσθαι, μανικόν. 193. Οἱ δύσκωφοι, ἐν τῷ λαμβάνειν τρομώδεες, γλῶσσαν παραλελυμένοι, νωθροὶ, κακόν. 194. Προηκούσης ἀῤῥωστίης, κώφωσις, καὶ οὖρον ὑπέρυθρον, ἀκατάστατον, ἐναιωρεύμενον, παρακρουστικόν· τὸ ἰκτεροῦσθαι ἐν τούτοισι κακόν· κακὸν δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους, αἰσθανομένους δὲ, ξυμβαινει γίνεσθαι· τάχα δὲ καὶ κοιλίη πονηρεύεται τούτοισι. 195. Τὰ ὀδυνηρῶς παρ᾿ οὖς ἀνιστάμενα, ὀλέθρια. 196. Τὰ παρ᾿ οὖς ἐκ τοῦ ἔμπροσθεν ἀλγήματος ἐρυθήματα ἐν πυρετοῖσι γινόμενα, σημεῖον μὲν ἐρυσιπέλατος ἐπὶ προσώπου ἐσομένου· ἀτὰρ καὶ σπασμοὶ ἐκ τῶν τοιουτέων γίνονται μετὰ ἀφωνίης καὶ ἐκλύσιος. 197. Τὰ παρ᾿ οὖς ἐπὶ εἰλέοισι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ συντόνῳ χρονιωτέρως, ἀρθέντα, κτείνει. 198. Τὰ παρ᾿ οὖς, φαῦλα τοῖσι παραπληκτικοῖσιν. 199. Τὰ παρ᾿ οὖς ἐν μακροῖσι, μὴ ἐκπυεῦντα, θανάσιμον· κοιλίαι δὲ τοῖσι τουτέοισι κάτω φέρονται. 200. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοί; ἦρά τι ἐφιδροῦσι τὰ ἄνω; ἦρά τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε αἱ κοιλία: καταῤῥήγνυνται; καί τι καὶ κωματώδεες; ἆρα καὶ τὸ ὑδατῶδες οὖρον, ἐναιωρεύμενον λευκοῖσι, καὶ τὰ ὑποποίκιλα, ἔκλευκα, δυσώδεα; 201. Τὰ παρ᾿ οὖς λαπάσσει βηχία μετὰ πτυαλισμῶν ἰόντα. 202. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν. 203. Τὰ παρ᾿ οὖς ἐν τοῖσι χρονίοισιν ἐκπυεύμενα μὴ λευκῷ σφόδρα καὶ ἀνόδμῳ, κτείνει, καὶ μάλιστα γυναῖκας. 204. Τὰ παρ᾿ οὖς μάλιστα τῶν ὀξέων ἐν τοῖσι καυσώδεσι γίνεται· κἢν μὴ κρίσιν ποιήσῃ, καὶ ἐκπεπαίνηται, ἢ ἐκ ῥινῶν αἷμα ῥυῇ, ἢ οὖρα ὑπόστασιν παχεῖαν λάβῃ, ἀπόλλυνται· τὰ πολλὰ δὲ τῶν τοιούτων οἰδημάτων προαποκαθίσταται· προσεπιθεωρέειν δὲ καὶ τοὺς πυρετοὺς ἤν τε ἐπιτείνωσιν, ἤν τε ἀνιῶσι, καὶ οὕτως ἀποφαίνεσθαι. 205. Ἐπὶ κωφώσει καὶ νωθρίῃ ἐκ ῥινῶν ἀποστάζειν, ἔχει τι δύσκολον· ἔμετος τουτέοισιν ἁρμόσει καὶ κοιλίης ταραχή. 206. Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι γίνηται· ἀτὰρ καὶ τοῖσι κωματώδεσιν ἐπὶ τουτέοισι καὶ μᾶλλόν τι τὰ παρ᾿ ὦτα. 207. Κώφωσιν ἐν πυρετῷ ῥύσις ἐκ ῥινῶν λύει καὶ κοιλίης ταραχή.