Ancient Greek · ~6 min
Chapter 8
Hippocrates, Coa praesagia 8
Not analysed yet
VIII. 213. Ὀφθαλμῶν καθαρότης καὶ τὰ λευκὰ αὐτέων ἐκ μελάνων ἢ πελίων καθαρὰ γίνεσθαι, κρίσιμον· ταχέως μὲν οὖν καθαιρομένων, ταχεῖαν σημαίνει κρίσιν, βραδέως δὲ βραδυτέρην. 214. Τὸ ἀχλυῶδες τῶν ὀφθαλμῶν, ἢ τὸ λευκὸν ἐρυθραινόμενον, ἢ πελιαινόμενον, ἢ φλεβίων μελάνων πληρούμενον, οὐκ ἀστεῖον· φλαῦρον δὲ καὶ τὸ τὴν αὐγὴν φεύγειν, ἢ δακρύειν, ἢ διαστρέφεσθαι, καὶ τὸν ἕτερον ἐλάσσω γίνεσθαι· πονηρὸν, καὶ τὸ τὰς ὄψιας πυκνὰ διαῤῥίπτειν, ἢ λημία σμικρὰ περὶ αὐτὰς, ἢ αἰγίδα λεπτὴν ἴσχειν, ἢ τὸ λευκὸν μέζον γίνεσθαι, τὸ δὲ μέλαν ἔλασσον, ἢ κρύπτεσθαι τὸ μέλαν ὑπὸ τὸ ἄνω βλέφαρον· πονηρὸν δὲ καὶ κοιλότης ὀμμάτων, καὶ ἔκθλιψις ἔξω σφοδρὴ, καὶ λαμπηδόνος ἔκθλιψις, ὥστε μὴ δύνασθαι τὴν κόρην ἐκτείνεσθαι, καὶ βλεφαρίδων καμπυλότης καὶ πῆξις ὀμμάτων, συνεχέως τε μύειν, καὶ χρώματα μεταβάλλειν· καὶ βλέφαρα μὴ συμβάλλειν ἐν τῷ καθεύδειν, ὀλέθριον· κακὸν δὲ καὶ ἰλλαίνων ὀφθαλμός. 215. Ὀφθαλμῶν ἔρευθος ἐν πυρετῷ γενόμενον, κοιλίης πονηρίην χρονίην σημαίνει. 216. Αἱ παρ᾿ ὀφθαλμὸν ἐπαναστάσιες ἐν τῇσιν ἀνακομιδῇσι, κοιλίην καταῤῥηγνύουσιν. 217. Ἐπὶ ὀμμάτων διαστροφῇ, κοπιώδει, πυρετώδει, ῥῖγος, ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν. 218. Ὀφθαλμιῶντι ἀνδρὶ, πυρετοῦ ἐπιγενομένου, λύσις εἰ δὲ μὴ, κίνδυνος τυφλωθῆναι, ἢ ἀπολέσθαι, ἢ ἀμφότερα 219. Οἷσιν ὀφθαλμιῶσι κεφαλαλγίη προσγίνεται, καὶ παρακολουθεῖ χρόνον πουλὺν, κίνδυνος τυφλωθῆναι. 220. Ὀφθαλμιῶντι διάῤῥοια ἀπὸ ταυτομάτου, χρήσιμον. 221. Ὀμμάτων ἀμαύρωσις, καὶ τὸ πεπηγὸς, ἀχλυῶδες, κακόν. 222. Ὀμμάτων ἀμαύρωσις ἅμα ἀψυχίῃ, σπασμῶδες συντόμως. 223. Ὀμμάτων ὀρθότης ἐν ὀξεῖ, ἢ κίνησις ὀξείη, καὶ ὕπνος ταραχώδης, ἢ ἀγρυπνίη, ποτὲ δὲ καὶ στάξιες ἐκ ῥινῶν, οὐδὲν ἀγαθόν· πρὸς τὴν ἁφὴν μὴ περικαέες, φρενιτικοὶ γίνονται, καὶ μᾶλλον ἢν αἷμα ῥυῇ.