Ancient Greek
Chapter 27
Hippocrates, De affectionibus interioribus 27.1
Not analysed yet
27. Νοῦσος ἡπατῖτις· ἡ δὲ νοῦσος γίνεται ἀπὸ χολῆς μελαίνης, ὁκόταν ἐπιῤῥυῇ ἐς τὸ ἧπαρ· προσπίπτει δὲ μάλιστα μετοπώρου, ἐν τῇσι μεταβολῇσι τοῦ ἐνιαυτοῦ. Τάδε οὖν πάσχει· ἐς τὸ ἧπαρ ὀδύνη ὀξείη ἐμπίπτει αὐτῷ, καὶ ὑπὸ τὰς νεάτας πλευρὰς καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ὑπὸ τὸν τιτθὸν, καὶ πνὶξ ἔχει ἰσχυρὴ, καὶ ἐνίοτε ἀπεμέει πελιδνὴν χολὴν, καὶ ῥῖγος, καὶ πυρετὸς τὰς πρώτας ἡμέρας σφόδρα, ἔπειτα μέντοι βληχρότερος ἔχει, καὶ ψαυόμενος ἀλγέει τὸ ἧπαρ, καὶ ἡ χροιὴ ὑποπέλιδνος αὐτέου, καὶ τὰ σιτία ἃ πρόσθεν ἐβεβρώκει πνίγει αὐτὸν προσπίπτοντα καὶ καίει καὶ στρέφει τὴν κοιλίην. Ταῦτα μὲν πάσχει κατ’ ἀρχάς· τῆς δὲ νούσου προϊούσης οἵ τε πυρετοὶ ἀφιᾶσι καὶ ἐπ’ ὀλίγων σιτίων πίμπλαται, ἐν δὲ τῷ ἥπατι ἡ ὀδύνη μούνη λείπεται, καὶ αὐτὴ ποτὲ μὲν ἰσχυρὴ, ποτὲ δὲ ἥσσων διαπαύουσα· ἐνίοτε δὲ ὀξείη λαμβάνει, καὶ πολλάκις ἐξαπίνης ἀφῆκε τὴν ψυχήν. Τούτῳ ξυμφέρει, ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ, τά τε ἄλλα καὶ μὴν καὶ τὰ χλιάσματα προστιθέναι ταὐτὰ, ἂ καὶ τῇ πλευρίτιδι· ὁκόταν δὲ ἀνῇ ὁ πόνος, λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, μελίκρητόν τε διδόναι πίνειν καὶ οἶνον λευκὸν γλυκὺν αὐστηρὸν, ὁκότερον ἂν ξυμφέρῃ, καὶ ῥοφήματα ταὐτὰ, ἃ καὶ τῷ ὑπὸ πλευρίτιδος ἑαλωκότι. Ὑπὲρ δὲ τῆς ὀδύνης τάδε χρὴ διδόναι πίνειν· ἀλεκτορίδος ὠοῦ ἑφθοῦ τὸ ὠχρὸν τρίψας, παραχέας στρύχνου χυλοῦ ἡμικοτύλιον καὶ μελίκρητον ἐν ὕδατι πεποιημένον, ἥμισυ ἡμικοτύλιον, τούτοισι διεὶς διδόναι πίνειν, καὶ παύσει τὴν ὀδύνην· διδόναι δὲ καὶ ἑκάστης ἡμέρης, ἕως ἂν ἡ ὀδύνη παύσηται· πινέτω δὲ καὶ σιλφίου ὀπὸν ὁκόσον ὄροβον, καὶ ὀρίγανον τρίβων διεῖναι οἴνῳ λευκῷ, καὶ οὕτω πίνειν νῆστις· ἐπιπινέτω δὲ καὶ τὰ ἐν τῇ πλευρίτιδι διδόμενα φάρμακα, εἵνεκα τῆς ὀδύνης· πινέτω δὲ καὶ γάλα αἰγὸς, τρίτον μέρος μέλιτος παραμίσγων, τοῦ δὲ γάλακτος ἔστωσαν τέσσερες κοτύλαι· τοῦτο ἕωθεν πινέτω ὁκόταν τἄλλα μὴ πίνῃ. Σιτίων δὲ ἀπεχέσθω, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ μάλιστα ἐν ἑπτὰ ἡμέρῃσι, ταύτῃσι γὰρ δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Ἢν δὲ καὶ πνίγμα προσίστηται, τάδε χρὴ διδόναι, ὅκως ἂν ἀπεμέσῃ· μέλι, καὶ ὕδωρ, ὄξος, ἅλας, ταῦτα μίξας ἐγχέαι ἐς χυτρίδιον καινόν· εἶτα χλιαίνειν, καὶ ταράσσειν ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ξὺν τῷ καρπῷ· ὁκόταν δὲ χλιανθῇ, ἐκπιεῖν δοῦναι χλιερόν· εἶτα περιβαλὼν ἱμάτια ἐᾷν, περιστείλας ὅκως ἂν ἱδρῷ μάλιστα, καὶ ὁκόταν ἔμετος αὐτὸν ἔχῃ, ἐμεέτω προθύμως καταματτευόμενος πτερῷ· ἢν δὲ μὴ δύνηται ἐμέσαι, ἐπιπιὼν μελικρήτου χλιαροῦ κύλικα δικότυλον, οὕτως ἐμεέτω· καὶ ἤν τι ἀπεμέσῃ χολῆς ἢ φλέγματος, αὖθις τὸ αὐτὸ χρὴ ποιέειν ἐπὶ τέσσαρας ὥρας· ὠφελήσει γάρ. Μετὰ δὲ τῆς νούσου τὴν κρίσιν μελετῇν, σιτία ὀλίγα διδοὺς καθαρά· κἢν μὲν ἄρτον φιλέῃ ἐσθίειν, ἄρτον θερμὸν ὡς μάλιστα καθαρὸν ἐσθιέτω· ἢν δὲ μάζην, ἄτριπτον ἐσθιέτω, πρότερον προφυρήσας· ὄψον δὲ ἐχέτω κρέα σκυλακίου ἑφθὰ ἢ πελειάδος ἢ ἀλεκτορίδος νεοσσοῦ, ἑφθοῖσι πᾶσιν· ἰχθύων δὲ γαλεῷ, νάρκῃ, τρυγόνι’ τε καὶ βατίσι τῇσι μικρῇσι, πᾶσιν ἑφθοῖσι· λουέσθω δὲ καὶ ἡμέρης ἑκάστης, καὶ τὸ ψῦχος φυλασσέσθω, καὶ περιπατεέτω ὀλίγα τέως ἐν ἀσφαλείῃ. Ταῦτα δὴ ἢν φυλάσσηται, οὐχ ὑποτροπιάσαι τὴν νοῦσον δέος πάλιν· καὶ γὰρ ἡ τοιαύτη νοῦσος χαλεπή ἐστι καὶ χρονίη.