Ancient Greek
Chapter 28
Hippocrates, De affectionibus interioribus 28
Not analysed yet
28. Ἄλλη, ἡπατῖτις· αἱ μὲν ὀδύναι πιέζουσι κατὰ τὰ αὐτὰ ἐς τὸ ἡπαρ, καὶ ἡ χροιὴ διαφέρει τῆς πρόσθεν, σιδιοειδὴς γάρ ἐστιν. Ἐν δὲ τῷ καιρῷ τοῦ θέρεος μάλιστα ἐμπίπτει γίνεται δὲ ἀπὸ κρεηφαγίης βοείων κρεῶν καὶ ἐξ οἰνοφλυγίης· ταῦτα γὰρ πάντα. πολεμιώτατα ταύτην τὴν ὥρην τῷ ἥπατι, καὶ χολὴν μάλιστα προσίστησι πρὸς τὸ ἧπαρ. Τάδε οὖν πάσχει· ὀδύναι ὀξεῖαι ἐπιπίπτουσι, καὶ οὐκ, ἐκλείπουσιν οὐδεμίην, ὥρην, ἀλλ’ αἰεὶ μᾶλλον πιέζουσιν· ἔστι δ’ ὅτε καὶ ἐμέει χολὴν ὠχρὴν, καὶ ὁκόταν ἐμέσῃ, ἐπ’ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἢν δὲ μὴ ἀπεμέσῃ, ἐς τοὺς ὀφθαλμοὺς ἡ χολὴ καθίσταται, καὶ ὠχροὶ γίνονται σφόδρα, καὶ οἱ πόδες οἰδέουσι. Ταῦτα πάσχει ποτὲ μὲν σφόδρα, ποτὲ δὲ ἧσσον· ὁκόταν δὲ αἱ ἡμέραι παρέλθωσιν ἐν ᾗσι κρίνεται τὸ νούσημα, ὅ τε πόνος ἐλάσσων ἔχῃ, ἀναμάρτητον διαιτῆσθαι χρὴ τοιαύτῃ διαίτῃ, ᾗ καὶ πρόσθεν· ἢν γὰρ μεθυσθῇ παρὰ καιρὸν ἢ λαγνεύσῃ ἢ ἄλλο τι ποιήσῃ μὴ ἐπιτήδειον, τὸ ἧπαρ παρᾳχρῆμα γίνεται σκληρὸν αὐτέῳ, καὶ οἰδέει, καὶ σφύζει ὑπὸ τῆς ὀδύνης, καὶ ἤν τι σπεύσῃ, πονέει ἐξαπίνης τὸ ἧπαρ καὶ τὸ σῶμα ἅπαν. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ αἱ πρῶται ἡμέραι παρέλθωσι, πυριῆσαι, εἶτα ὑποκαθῆραι τῷ σκαμμωνίῳ· ἢν δὲ ἡ κοελίη ξυγκεκαυμένη ᾖ, κλύσαι ἐν τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τοὺς πρόσθεν, ὅ τι ἄξει καλῶς· καὶ μετὰ τὸν κλυσμὸν ὀνείῳ γάλακτι ἑφθῷ ὑποκαθῆραι ὀκτὼ κοτύλῃσι, μέλι δὲ παραχέων διδόναι πίνειν· διδόναι δὲ καὶ τὸ αἴγειον γάλα, τρίτον μέρος μελικρήτου παραμίσγων, τὸ ἑωθινὸν, τετρακότυλον κύλικα· διδόναι δὲ καὶ ἑφθοῦ τοῦ αἰγείου δύο κοτύλας, τρίτον μελικρήτου παρακμίσγων, ἢ αὐτὸ μοῦνον μέλι παραχέων· διδόναι δὲ καὶ τὸ ἵππειον γάλα τὸν αὐτὸν τρόπον τῷ ὀνείῳ. Κἢν μὲν ὑπὸ τούτων μελετωμένη ἡ νοῦσος ἐξέλθῃ, ἅλις· ἢν δὲ μὴ, τάμνειν τοῦ δεξιοῦ ἀγκῶνος τὴν εἴσω φλέβα καὶ ἀφιέναι τοῦ αἵματος· ἢν δέ σοι μὴ δοκέῃ ὀνείῳ γάλακτι ὑποκαθῆραι, βοείου γάλακτος ὠμοῦ διδόναι δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἑκάστης ἡμέρης ἐπὶ ἡμέρας δέκα· εἶτα ἄλλας δέκα, ἕκτον μέρος τοῦ μελικρήτου παραχέων, πίνειν διδόναι· τὸ δὲ γάλα αὐτὸ τὸ λοιπὸν διδόναι, ἕως ἂν ἀναπιανθῇ, δύο κοτύλας. Ἢν δὲ μηδὲ οὕτω παύηται, καῦσαι χρὴ, ὁκόταν μέγιστον τὸ ἧπαρ γένηται καὶ ἐξεστήκῃ μάλιστα· καῦσαι δὲ ἐν πυξίνοισιν ἀτράκτοισι, βάπτων ἐς ἔλαιον ζέον, προστιθέναι δὲ ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν καὶ κέκαυσται, ἢ μύκησιν ὀκτὼ ἐσχάρας καῦσαι· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις, καὶ τὸν λοιπὸν χρόνον ῥᾷον διάξει· ἢν δὲ μὴ τύχῃ καυθεὶς, ὑπὸ τῶν ἄλλων λοιπὸν ὑγιὴς μὴ γενόμενος, φθειρόμενος ἀποθνήσκει.