Ancient Greek · ~4 min
Chapter 31
Hippocrates, De affectionibus interioribus 31
Not analysed yet
31. Ἄλλη νοῦσος σπληνός· γίνεται μὲν ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧν καὶ ἡ πρόσθεν· πάσχει οὖν ὑπὸ τούτου τοῦ νοσήματος τάδε· ἡ γαστὴρ φυσᾶται, μετὰ δὲ καὶ ὁ σπλὴν οἰδέει καὶ σκληρός ἐστι, καὶ ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν ἐς τὸν σπλῆνα· ἡ δὲ χροιὴ τρέπεται, καὶ ὁρᾶται μέλας, ἔπωχρος, σιδιοειδὴς, καὶ ἐκ τοῦ ὠτὸς κακὸν ὄζει, καὶ τὰ οὖλα ἀφίσταται ἀπὸ τῶν ὀδόντων καὶ κακὸν ὀζει, καὶ ἐκ τῶν κνημέων ἕλκεα ἐκρήγνυται, ὁκοῖά περ ἐπινυκτίδες· τὰ δὲ γυῖα λεπτύνεται, καὶ ἡ κόπρος οὐχ ὑποχωρέει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, μελετῇν τοῖσιν αὐτοῖσι φαρμάκοισι καὶ ἐδέσμασι καὶ ποτῷ καὶ ταλαιπωρίῃσι καὶ τοῖσιν ἄλλοισι πᾶσι· καὶ κλύζειν, ὁκόταν μὴ θέλῃ ἡ κόπρος διαχωρέειν, ἐν τούτοισι· μέλιτος ἡμικοτύλιον καὶ νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον οἰός· ταῦτα τρίψας διεῖναι ἀπὸ τεύτλων ἑφθῶν ὕδατι τέσσαρσι κοτύλῃσιν· εἶτα οὕτω κλύζειν. Ἢν δὲ μὴ ὑπὸ τούτων ἡ νοῦσος καθίστηται, καῦσαι αὐτοῦ τὸν σπλῆνα ὡς τὸν πρόσθεν, καὶ ἢν τύχῃς καύσας, ὑγιέα ποιήσεις.