Ancient Greek
Chapter 36
Hippocrates, De affectionibus interioribus 36
Not analysed yet
36. Ἄλλος ἴκτερος· οὗτος ἐπιλαμβάνει χειμῶνος ἐν ὥρῃ ἐκ μέθης καὶ ῥίγεος· ἄρχεται δὲ τοπρῶτον ῥῖγος ἐπιλαμβάνειν, ἔπειτα καὶ πυρετὸς κατέχει· τὸ δὲ ὑγρὸν τὸ ἐν τῷ σώματι πήγνυται ἐν τῷ δέρματι. Τοῖσι δὲ δείκνυται ὅτι οὕτως ἔχει· πελιδνόν ἐστιν αὐτοῦ τὸ σῶμα καὶ ὑπόσκληρον, καὶ αἱ φλέβες διὰ τοῦ σώματος τέτανται ὠχραί· μέζονες δὲ καὶ παχύτεραι ἢ πρόσθεν εἰσί· τέτανταί τε ὑπομελάντεραι καὶ ἄλλαι φλέβες, καὶ ἢν τάμνῃ τίς τινα αὐτῶν, ῥεύσεται τὸ αἷμα ὠχρὸν, ἢν ὠχραὶ ἔωσιν αἱ φλέβες· ἢν δὲ μέλαιναι ἔωσι, μέλαν τὸ αἷμα ῥεύσεται. Καὶ τὸ ἱμάτιον πρὸς τῷ σώματι προσκείμενον οὐκ ἀνέχεται ὑπὸ τοῦ κνησμοῦ. Οὗτος πρόθυμός ἐστι πρὸς τὸ πορεύεσθαι καὶ φοιτῇν, ἀλλ’ ὑπὸ τῆς ἀσθενείης αὐτοῦ τὰ σκέλεα ὑποφέρεται, καὶ διψῇ σφόδρα. Αὕτη ἡ νοῦσος οὔπω ἧσσον τῆς προτέρης θανασίμη· προέρχεται δὲ πλείω χρόνον, ἢν μὴ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ὑγιὴς γένηται· ἢν δὲ ἡ νοῦσος ἀπομηκύνηται καὶ γένηται ὄγδοος ἢ ἔννατος, συμπίπτει ἐς κλίνην, καὶ ἡ νοῦσος καὶ ἡ ἀλγηδὼν πιέζει μᾶλλον, καὶ ἀνίστασθαι οὐ δύναται, καὶ οἱ πολλωὶ ἐν τούτῳ τῷ χρόνῳ παραχρῆμα φθείρονται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς μὲν τῆς νούσου ἢν παραγένηται, ὁκόταν ἤδη αἱ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἐλλέβορον πῖσαι, τὴν δὲ κάτω κοιλίην χυλῷ ὑποκαθῆραι, ὡς ἐν τῷ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ διδόναι φάρμακα. Διδόναι δὲ καὶ κανθαρίδας, ἄνευ πτερῶν καὶ κεφαλῆς, τέσσαρας τρίβων καὶ διεὶς οἴνῳ λευκῷ ἡμικοτυλίῳ, ἤδη δὲ καὶ μέλι παραχέαι ὀλίγον, εἶτα οὕτω διδόναι πιεῖν· τοῦτο πινέτω δὶς ἢ τρὶς τῆς ἡμέρης. Προϊούσης δὲ τῆς νούσου λουτροῖσι καὶ πυριήμασι θεραπεύειν· ἐσθιέτω δὲ ἅσσα προσίεται· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω ἃ καὶ τῇ πρόσθεν. Αὕτη ἡ νοῦσος χρονίη καὶ χαλεπὴ, ἢν μὴ κατ’ ἀρχὰς καλῶς μελετηθῇ.