Ancient Greek
Chapter 38
Hippocrates, De affectionibus interioribus 38
Not analysed yet
38. Ἄλλος ἴκτερος· γίνεται μὲν ἀπὸ φλέγματος, ἐπὶ δὲ χειμῶνος μάλιστα ἐπιλαμβάνει, καὶ ἡ χροιὴ αὐτέου λευκὴ, καὶ τὰ στήθεα αὐτέου πλήρεα γίνεται φλέγματος, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ, καὶ ὁκόταν ἀποχρέμπτηται, λυγμὸς αὐτῷ γίνεται, καὶ οὐρέει λευκὸν καὶ παχὺ, καὶ ὑπ’ αὐτῷ ὑφίσταται ὁκοῖον ἄλευρον. Οὗτος ὁ ἴκτερος οὐκ ἔστι θανατώδης καὶ ἐν τάχει ὑγιαίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέας, δοῦναι ἐκροφέειν τέσσαρας κοτύλας· τὴν δὲ ἄνω κοιλίην ἐμετοποιεύμενος καθαρὴν παρεχέτω ὡς ἐν τῇσι πρόσθεν· οὕτω γὰρ ἂν ῥήϊστα τὸ φλέγμα ἀπαγάγοι τοῦ πλεύμονος καὶ τῶν ἀρτηριῶν· καὶ ἀναγαργαρισμὸν σκευάζειν αὐτῷ θαμινά. Οὗτος ἐνίοτε καὶ πυρεταίνει βληχρῷ πυρετῷ, καὶ φρίκη λεπτὴ ἐπιγίνεται. Καὶ τἄλλα μελετῇν οἷσι καὶ τοὺς πρόσθεν ἰκτέρους, καὶ φαρμάκοισι καὶ πυρίῃσι καὶ λουτροῖσι καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ῥοφήμασιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιέα ποιήσειας.