Ancient Greek
Chapter 52
Hippocrates, De affectionibus interioribus 52
Not analysed yet
52. Τέτανοι τρεῖς· ἢν μὲν ἐπὶ τρώματι τέτανος γένηται, πάσχει τάδε· αἱ γένυες πήγνυνται, καὶ τὸ στόμα διαίρειν οὐ δύναται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύναται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας, οὐδὲ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον βέβρωκεν, ἀνὰ τὰς ῥῖνας ἀνέρχεται ἐνίοτε. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριᾷν δεῖ, καὶ ἀλείψαντα λιπαρῶς πρὸς τὸ πῦρ ἕκαθεν θάλπειν, καὶ χλιάσματα προστιθέναι ὑπαλείψας τὸ σῶμα. Καὶ ἀψίνθιον ἢ φύλλα δάφνης ἢ τοῦ ὑοσκυάμου τὸν καρπὸν τρίψας καὶ λιβανωτὸν, εἶτα οἴνῳ λευκῷ διεὶς ἐγχέαι ἐς χυτρίδα καινήν· εἶτα ἐπιχέαι ἔλαιον ἴσον τῷ οἴνῳ, καὶ θερμήνας ἀλεῖψαί πολλῷ θερμῷ τὸ σῶμα καὶ τὴν κεφαλήν· ἔπειτα κατακλίνας ἐμβάπτειν τὴν σάρκα ποιῆσαι, καὶ ἀμφιέσαι ἱμάτια μαλθακὰ καθαρὰ, ὅκως ἂν ἐξιδρώσῃ σφόδρα· μελίκρητον δὲ χλιερὸν διδόναι, ἢν μὲν δύνηται, κατὰ στόμα, ἢν δὲ μὴ δύνηται, ἐγχέειν κατὰ τὰς ῥῖνας· διδόναι δὲ οἶνον λευκὸν πίνειν ὡς ἥδιστον καὶ πλεῖστον. Ταῦτα χρὴ ποιέειν ἑκάστης ἡμέρης, ἕως ἂν ὑγιὴς γένηται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης παραχρῆμα.