Ancient Greek · ~3 min
Chapter 12
Hippocrates, De affectionibus 12
Not analysed yet
12. Ὁκόσοι δὲ ἄλλοι τοῦ χειμῶνος πυρετοὶ γίνονται, εἴτε ἐξ οἴνου, εἴτε ἐκ κόπου, εἴτε ἐξ ἄλλου τινὸς, φυλάσσεσθαι χρή· μεθίστανται γὰρ ἐνίοτε ἐς τὰς ὀξείας νούσους. Ἡ δὲ μετάστασις αὐτῶν τοιαύτη γίνεται· ὅταν, τῶν δύο κεκινημένων τοῦ φλέγματός τε καὶ τῆς χολῆς, μὴ τὰ ξυμφέροντα προσφέρηται τῷ σώματι, συστρεφόμενα αὐτὰ πρὸς, ἑωυτὰ τό τε φλέγμα καὶ ἡ χολὴ προσπίπτει τοῦ σώματος ᾗ ἂν τύχῃ, καὶ γίνεται ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ περιπλευμονίη· φυλάσσεσθαι οὖν χρὴ τοὺς πυρετοὺς τοὺς ἐν τῷ χειμῶνι· ἡ δὲ φυλακὴ ἔστω ἡσυχίη καὶ ἰσχνασίη καὶ τῆς κοιλίης κένωσις· ῥοφήμασι δὲ καὶ πόμασι διάγειν, ἕως ἂν ὁ πυρετὸς μειωθῇ.