Ancient Greek · ~2 min
Chapter 24
Hippocrates, De affectionibus 24
Not analysed yet
24. Λειεντερίη· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρά· ὀδύνη δὲ οὐκ ἔνι· λεπτύνεται δὲ τὸ σῶμα· τοῦτον θεραπεύειν τοῖσιν αὐτοῖσιν, οἷσι τοὺς ὑπὸ δυσεντερίης ἐχομένους. Ἡ δὲ νοῦσος γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης κατάῤῥοος γένηται τοῦ φλέγματος ἐς τὴν κάτω κοιλίην· ὅταν δὲ τοῦτο ᾖ, τὰ σιτία ὑπ’ αὐτοῦ ψύχεται, καὶ ὑγραίνεται, καὶ ἡ ἄφοδος αὐτῶν ἀσήπτων ταχείη γίνεται, καὶ τὸ σῶμα τήκεται, ἅμα μὲν οὐ πεσσομένων τῶν σιτίων ἐν τῇ κοιλίῃ χρόνον ἱκανὸν, ἅμα δὲ ὑπὸ τῆς κοιλίης θερμῆς ἐούσης παρὰ φύσιν θερμαινομένων.