Ancient Greek · ~5 min
Chapter 27
Hippocrates, De affectionibus 27
Not analysed yet
27. Ὅταν δὲ ἐξ οἴνου ἢ εὐωχίης χολέρη λάβῃ ἢ διάῤῥοια, τῇ μὲν διαῤῥοίῃ ξυμφέρει διανηστεύειν, καὶ ἢν δίψος ἔχῃ, οἶνον διδόναι γλυκὺν, ἢ στέμφυλα γλυκέα, ἐς ἑσπέρην δὲ διδόναι ταῦτα, ἃ καὶ τοῖσιν ὑπὸ φαρμάκου κεκαθαρμένοισιν· ἢν δὲ μὴ παύηται, ἐθέλῃς δὲ παῦσαι, ἔμετον ἀπὸ σιτίου ἢ φακίου ποιῆσαι· καὶ παραχρῆμα ἀνέσπασται ἄνω ἡ κάτω ἄφοδος· καὶ ἢν διακλύσῃς χυλῷ φακῶν ἢ ἐρεβίνθων, καὶ οὕτω πεπαύσεται. Τῇ δὲ χολέρῃ ξυμφέρει, ἢν μὲν ὀδύνη ἔχῃ, διδόναι ἃ γέγραπται ἐν τοῖσι φαρμάκοισι παύοντα τὴν ὀδύνην, τὴν δὲ κοιλίην θεραπεύειν τήν τε ἄνω καὶ τὴν κάτω, διυγραίνοντα πόμασι, καὶ μαλάσσοντα τὸ σῶμα λουτροῖσι θερμοῖσι, πλὴν τῆς κεφαλῆς· καὶ ὅ τε ἔμετος οὕτως εὐπετέστερος γίνεται, ἢν ἐσίῃ τι ὑγρὸν, καὶ τὰ προσεστηκότα ἄνω ἀπεμέεται, καὶ ἡ κάτω ὑποχώρησις μᾶλλον διαχωρέει· ἢν δὲ κενὸς ᾖ, ἐμέεται βιαίως, καὶ ὑποχωρέει βιαιότερον· ἐς ἑσπέρην δὲ διδόναι καὶ τούτῳ, ὅσαπερ τῷ φαρμακοποτέοντι. Γίνεται δὲ ταῦτα τὰ ἀλγήματα, ὅσα ἐκ ποσίων γίνεται ἢ ἐξ εὐωχίης, ὅταν τὰ σιτία καὶ τὰ ποτὰ πλέω τοῦ εἰωθότος ἐς τὴν κοιλίην ἐσέλθῃ, καὶ τὰ ἔξωθεν εἰωθότα ὑπερθερμαίνειν τὸ σῶμα κινέῃ χολὴν καὶ φλέγμα.