Ancient Greek · ~4 min
Chapter 29
Hippocrates, De affectionibus 29
Not analysed yet
29. Ἰσχιὰς δὲ ὅταν γένηται, ὀδύνη λαμβάνει ἐς τὴν πρόσφυσιν τοῦ ἰσχίου καὶ ἐς ἄκρον τὸ πυγαῖον καὶ ἐς τὸν γλουτόν· τέλος δὲ καὶ διὰ παντὸς τοῦ σκέλεος πλανᾶται ἡ ὀδύνη. Τούτῳ ξυμφέρει, ὅταν ἡ ὀδύνη ἔχῃ, μαλάσσειν καθ’ ὁκοῖον ἂν τυγχάνῃ τοῦ σκέλεος στηρίζουσα ἡ ὀδύνη, ἐν λουτροῖσι καὶ χλιάσμασι καὶ πυρίῃσι, καὶ τὴν κοιλίην ὑπάγειν· ὅταν δὲ λωφήσῃ ἡ ὀδύνη, φάρμακον δοῦναι κάτω· καὶ μετὰ ταῦτα πιεῖν γάλα ὄνου ἑφθόν· διδόναι δὲ τῆς ὀδύνης ἃ γέγραπται παρὰ τοῖσι φαρμάκοισιν. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα ἐς τὴν αἱμόῤῥοον φλέβα καταστηρίξῃ, ἢ ἐξ ἑτέρης νούσου, ἢ ἄλλως, ὁκόσον ἂν τοῦ αἵματος ὑπὸ φλέγματος καὶ χολῆς νοσήσῃ ξυνεστηκός· τοῦτο γὰρ πλανᾶται ἀνὰ τὸ σκέλος διὰ τῆς φλεβὸς τῆς αἱμοῤῥόου καὶ ὅκου ἂν στῇ, ἡ ὀδύνη κατὰ τοῦτο ἔνδηλος μάλιστα γίνεται, ἡ δὲ νοῦσος μακρὴ γίνεται καὶ ἐπίπονος, θανατώδης δὲ οὔ· ἢν δὲ ἐς ἕν τι χωρίον καταστηρίξῃ ἡ ὀδύνη καὶ στῇ, καὶ τοῖσι φαρμάκοισι μὴ ἐξελαύνηται, καῦσαι καθ’ ὁκοῖον ἂν τόπον τυγχάνῃ ἐοῦσα ἡ ὀδύνη, καίειν δὲ τῷ ὠμολίνῳ.