Ancient Greek · ~1 min
Chapter 19
Hippocrates, De articulis 19
Not analysed yet
19. Παλιγκοτώτατον δὲ ὁ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν· ἴησις δὲ ἡ αὐτή· ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι· σημεῖον δέ· οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν· τουτέῳ δὲ ἐνθέντα τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.