Ancient Greek · ~2 min
Chapter 66
Hippocrates, De articulis 66
Not analysed yet
66. Ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων, καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος· ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσηῃ ἕλκος ποιησάμενα, πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ, ἐλπίδα σωτερίης· χώλωσις δὲ ἑτοίμη τοῖσι περιγενομένοισιν. Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐτσι τὰ ἀνωτέρω τῶν ἄρθρων, ἀτὰρ καὶ τοῖσιν μὴ ἐμβαλλομένοισι κινδυνοδέστερα αὐτὰ ταῦτα. Εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐχαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξίσχοι, ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη, καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα· ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν τοιουτέων.