Ancient Greek
Chapter 40
Hippocrates, De crisibus 40
Not analysed yet
40. Τὰ παρ’ οὖς οἷς ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τουτέων ἀπαλλασσομένων, ὑποστροφὴ γίνεται κατὰ λόγον τῶν ὑποστροφῶν, ὁμοίᾳ περιόδῳ· ἐπὶ τουτέοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ἢ οὖρον παχὺ, οἷον τὸ λευκὸν ἐπὶ τοῖς κοπιώδεσι τεταρταίοισι, ῥύεται τῆς ἀποστάσιος· ἐνίοις δὲ τουτέων καὶ αἱμοῤῥαγίαι γίνονται ἐκ τῶν ῥινέων, καὶ πάνυ ταχὺ λύεται· καὶ τούτοις πῦα ἀποχωρέουσιν ὑγιάζεται ἡ νοῦσος.