Ancient Greek
Chapter 17
Hippocrates, De diaeta acutorum (spurium) 17
Not analysed yet
17. Τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέὡν ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.