Ancient Greek
Chapter 39
Hippocrates, De diaeta acutorum (spurium) 39
Not analysed yet
39. Καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὑδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε.