Ancient Greek · ~2 min
Chapter 5
Hippocrates, De exsectione foetus 5
Not analysed yet
5. Ἢν δὲ αἱ ὑστέραι ἔξω χωρέωσι, ἤν τε ἐκ πόνου, ἤν τε ἐκ τόκου, ἢν μὲν οὖν παραλάβῃς νεωστὶ παθούσα, ἄξιον ἐπιχειρεῖν· εἰ δὲ μὴ, ἐῇν. Ποιέειν δὲ χρὴ ὧδε· ἐπιταμὼν τὸν ὑμένα τῆς ὑστέρης κατὰ φύσιν καὶ κατὰ πλάγιον, τρῖψαι ὀθονίῳ ὡς φλεγμαίνῃ, κᾆτα ἀλείψας φώκης ἐλαίῳ ἢ πίσσῃ, καταπλάσας ἅμα κυτίνοισι, καὶ μαλθακοὺς σπόγγους οἴνῳ ῥήνας, προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ὤμων· καὶ ἀνακείσθω ὡς ἀνωτάτω τὰ σκέλεα ἔχουσά, ἐσθιέτω δὲ σιτία μέτρια.