Ancient Greek · ~3 min
Chapter 10
Hippocrates, De fistulis 10
Not analysed yet
10. Ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου· εἶτα πίσσῃ ξυμμίξας ὡς βελτίστῃ, ἐς ῥάκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν. Ἄλλο· καππάριος φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν· καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι. Ἢν δὲ μὴ ᾖ φύλλα καππάριος, τὸν φλοιὸν τῆς ῥίζης κόψας, φυρήσας οἴνῳ μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν. Τοῦτο καὶ πρὸς σπληνῶν ὀδύνην ἀγαθόν. Τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα κωλύειν ῥεῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν. Τοῦτο δὲ τὸ νούσημα γίνεται, ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ. Ἀρχοῦ δὲ φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη ἡ ῥητίνη καὶ τὸ ἔλαιον καὶ ὁ κηρὸς καὶ ἡ μολύβδαινα καὶ τὸ στέαρ· ὡς θερμότατα διεῤῥήθησαν καταπλάττεσθαι.