Ancient Greek · ~4 min
Chapter 6
Hippocrates, De flatibus 6
Not analysed yet
6. Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ· τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ· δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα· ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται. Ἔστι δὲ δισσὰ εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν· ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος· ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ. Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν· ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ οἱ πυρετοὶ γίνονται. Ἀλλ’ ἴσως φήσει τις· διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ’ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦσοι; Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς· οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ’ ἀνάρμοστα οὔτ’ εὐάρμοστά ἐστιν, ἀλλ’ ἕτερα ἑτέροισι ξύμφορα, καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα. Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν.