Ancient Greek · ~9 min
Chapter 8
Hippocrates, De flatibus 8
Not analysed yet
8. Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν· ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον. Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα. Αὗται μὲν οὖν αἱ ἄλαι· καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα· τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν. Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος. Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται. Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο. Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ. Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.