Ancient Greek
Section 43
Hippocrates, De fracturis 43
Not analysed yet
43. ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ (ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων), οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. ἢν μὲν οὖν αὐτίκα παρατύχης, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν· κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδʼ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα.