Ancient Greek · ~2 min
Chapter 18
Hippocrates, De habitu decenti 18
Not analysed yet
18. Τοιουτέων οὖν ἐόντων τῶν πρὸς εὐδοξίην καὶ εὐσχημοσύνην τῶν ἐν τῇ σοφίῃ καὶ ἰητρικῇ καὶ ἐν τῇσιν ἄλλῃσι τέχνῃσι, χρὴ τὸν ἰητρὸν διειληφότα τὰ μέρεα περὶ ὧν εἰρήκαμεν, περιεννύμενον πάντοτε τὴν ἑτέρην διατηρέοντα φυλάσσειν, καὶ παραδιδόντα ποιέεσθαι· εὐκλεᾶ γὰρ ἐόντα πᾶσιν ἀνθρώποισι διαφυλάσσεται· οἵ τε δι’ αὐτέων ὁδεύσαντες δοξασταὶ πρὸς γονέων καὶ τέκνων· κἤν τινες αὐτέων μὴ πολλὰ γινώσκωσιν, ὑπ’ αὐτέων τῶν πρηγμάτων ἐς σύνεσιν καθίστανται.