Ancient Greek · ~2 min
Chapter 39
Hippocrates, De locis in homine 39
Not analysed yet
39. Τοὺς ἀνιωμένους καὶ νοσέοντας καὶ ἀπάγχεσθαι βουλομένους, μανδραγόρου ῥίζαν πρωῒ πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι. Σπασμὸν ὧδε χρὴ ἰᾶσθαι· πῦρ παρακαίειν ἑκατέρωθεν τῆς κλίνης, καὶ μανδραγόρου ῥίζαν πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι, καὶ πρὸς τοὺς τένοντας τοὺς ὀπισθίους σακκία προστιθέναι θερμά. Ἀπὸ σπασμοῦ πυρετὸς ἢν ἐπιλάβῃ, παύεται αὐθημερὸν ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἡμέρῃ. Ἀπὸ ῥήγματος πυρετὸς οὐ λάζεται πλεῖον ἢ τρεῖς ἢ τέσσαρας ἡμέρας· ἢν δὲ λάζηται, οἰόμενος ἀπὸ ῥήγματος ἔχειν, ἀπ’ ἄλλου τινὸς λάζοιτο ἂν, καὶ οὐ χρὴ ὡς ἂν ἀπὸ ῥήγματος εὐτρεπίζειν. Ὁπόταν ἄνθρωπος συντεταμένος ᾖ τοὺς πόδας καὶ τὰς χεῖρας, μανίην ἑωυτῷ ποιέει.