Ancient Greek
Chapter 8
Hippocrates, De medico 8
Not analysed yet
8. Τὰς δὲ ἐπὶ τῶν βραχιόνων φλέβας τῇσι καταλήψεσι χρὴ φυλάσσειν· ἡ γὰρ καλύπτουσα σὰρξ πολλοῖς οὐ καλῶς συνήρμοσται τῇ φλεβί· τῆς γὰρ σαρκὸς ὀλισθηρῆς οὔσης, οὐ καθ’ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι· τὴν γὰρ φλέβα ἐκφυσᾶσθαι ξυμβαίνει καλυφθεῖσαν, καὶ τὴν ῥύσιν τοῦ αἵματος κωλύεσθαι, πολλοῖσι δὲ καὶ πῦος διὰ τοῦτο ξυνίστασθαι· δοκεῖ δὴ δύο βλάβας φέρειν ἡ τοιαύτη χειρουργίη, τῷ μὲν τμηθέντι πόνον, τῷ δὲ τέμνοντι πολλὴν ἀδοξίην· τὸ δ’ αὐτὸ κατὰ πασῶν παρήγγελται γίνεσθαι.