Ancient Greek
Book 1
Hippocrates, De morbis i-iii 1.ΠΕΡΙ ΝΟΥΣΩΝ. ΤΟ ΠΡΩΤΟΝ.
Not analysed yet
1. Ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς, καὶ ἐρωτῶντι ἀποκρίνεσθαι, καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε· πρῶτον μὲν, ἀφ’ ὧν αἱ νοῦσοι γίνονται πᾶσαι τοῖσιν ἀνθρώποισιν· ἔπειτα δὲ, ὁκόσα ἀνάγκας ἔχει τῶν νοσημάτων, ὥστε, ὅταν γένηται, εἶναι ἢ μακρὰ, ἢ βραχέα, ἢ θανάσιμα, ἢ μὴ θανάσιμα, ἢ ἔμπηρόν τι τοῦ σώματος γενέσθαι, ἢ μὴ ἔμπηρον· καὶ ὁκόσα, ἐπὴν γένηται, ἐνδοιαστὰ, εἰ κακὰ ἀπ’ αὐτέων ἀποβαίνει, ἢ ἀγαθά· καὶ ἀφ’ ὁκοίων νουσημάτων ἐς ὁκοῖα μεταπίπτει· καὶ ὁκόσα ἐπιτυχίῃ ποιέουσιν οἱ ἰητροὶ θεραπεύοντες τοὺς ἀσθενέοντας· καὶ ὁκόσα ἀγαθὰ ἢ κακὰ οἱ νοσέοντες ἐν τῇσι νούσοισι πάσχουσιν· καὶ ὁκόσα εἰκασίῃ ἢ λέγεται ἢ ποιέεται ὑπὸ τοῦ ἰητροῦ πρὸς τὸν νοσέοντα, ἢ ὑπὸ τοῦ νοσέοντος πρὸς τὸν ἰητρόν· καὶ ὁκόσα ἀκριβῶς ποιέεται ἐν τῇ τέχνῃ καὶ λέγεται, καὶ ἅ τε ὀρθὰ ἐν αὐτῇ, καὶ ἃ μὴ ὀρθά· καὶ ὅ τι αὐτῆς ἀρχὴ, ἢ τελευτὴ, ἢ μέσον, ἢ ἄλλο τι τῶν τοιούτων, ὅ τι καὶ ὀρθῶς ἀποδεδειγμένον ἐστὶν ἐν αὐτῇ εἶναι, ἢ μὴ εἶναι· καὶ τὰ σμικρὰ καὶ τὰ μεγάλα, καὶ τὰ πουλλὰ καὶ τὰ ὀλίγα· καὶ ὅτι ἅπαν ἐστὶν ἐν αὐτῇ ἓν, καὶ ὅτι ἓν πάντα· καὶ τὰ ἀνυστὰ νοῆσαί τε καὶ εἰπεῖν, καὶ, εἰ δέοι, καὶ ποιῆσαι, καὶ τὰ μὴ ἀνυστὰ μήτε νοῆσαι, μήτε εἰπεῖν, μήτε ποιῆσαι· καὶ ὅ τι εὐχειρίη ἐν αὐτῇ, καὶ ὅ τι ἀχειρίη· καὶ ὅ τι καιρὸς, καὶ ὅ τι ἀκαιρίη· καὶ τῶν τεχνέων τῶν ἄλλων ᾗσί τε ἔοικε, καὶ ᾗσιν οὐδὲν ἔοικε· καὶ τοῦ σώματος ὅ τι θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν, καὶ ὅ τι ἰσχυρὸν ἢ ἀσθενὲς, ἢ πυκνὸν, ἢ ἀραιόν· καὶ ὁκόσα τῶν πολλῶν ὀλίγα γίνεται, ἢ ἐπὶ τὸ κάκιον, ἢ ἐπὶ τὸ ἄμεινον· καὶ ὅ τι καλῶς ἢ αἰσχρῶς, ἢ βραδέως ἢ ταχέως, ἢ ὀρθῶς ἢ μὴ ὀρθῶς· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ γενόμενον ἀγαθὸν ποιέει· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ ἀνάγκη γενέσθαι. Ταῦτα ἐνθυμηθέντα διαφυλάσσειν δεῖ ἐν τοῖσι λόγοισιν· ὅ τι ἂν δέ τις τούτων ἁμαρτάνῃ ἢ λέγων, ἢ ἐρωτῶν, ἢ ἀποκρινόμενος, καὶ ἢν πουλλὰ ἐόντα ὀλίγα φῇ εἶναι, ἢ μεγάλα ἐόντα σμικρὰ, καὶ ἢν ἀδύνατα ἐόντα δυνατὰ φῇ εἶναι, ἢ ὅ τι ἂν ἄλλο ἁμαρτάνῃ λέγων, ταύτῃ φυλάσσοντα χρὴ ἐπιτίθεσθαι ἐν τῇ ἀντιλογίῃ.