Ancient Greek · ~9 min
Book 1
Hippocrates, De morbis i-iii 1.26
Not analysed yet
26. Πλευρῖτις δὲ καὶ περιπλευμονίη γίνονται ὧδε· ἡ μὲν πλευρῖτις, ὁκόταν πόσιες ἁλέες τε καὶ ἰσχυραὶ κάρτα λάβωσι· διαθερμαίνεται γὰρ τὸ σῶμα ἅπαν ὑπὸ τοῦ οἴνου καὶ ὑγραίνεται, μάλιστα δὲ ἥ τε χολὴ καὶ τὸ φλέγμα διαθερμαίνεταί τε καὶ ὑγραίνεται. Ὁκόταν οὖν, τούτων κεκινημένων τε καὶ διυγρασμένων, ξυγκυρήσῃ ὥστε ῥιγῶσαι μεθύοντα ἢ νήφοντα, ἅτε ἐὸν τὸ πλευρὸν ψιλὸν φύσει σαρκὸς μάλιστα τοῦ σώματος, καὶ οὐκ ἐόντος αὐτῷ ἔσωθεν τοῦ ἀντιστηρίζοντος οὐδενὸς, ἀλλὰ κοιλίης, αἰσθάνεται μάλιστα τοῦ ῥίγεος· καὶ ὁκόταν ῥιγώσῃ τε καὶ ψυχθῇ, ξυνέλκεταί τε καὶ συσπᾶται ἥ τε σὰρξ ἡ ἐπὶ τῷ πλευρῷ, καὶ τὰ φλέβια· καὶ ὅσον ἐν αὐτῇ τῇ σαρκὶ ἔνι χολῆς καὶ φλέγματος ἢ ἐν τοῖσιν ἐν αὐτῇ φλεβίοισι, τούτου τὸ πολλὸν ἢ πᾶν ἀποκρίνεται ἔσω πρὸς τὸ θερμὸν, πυκνουμένης τῆς σαρκὸς ἔξωθεν, καὶ προσπήγνυται πρὸς τῷ πλευρῷ, καὶ ὀδύνην παρέχει ἰσχυρὴν, καὶ διαθερμαίνεται, καὶ διὰ τῆς θερμότητος ἄγει ἐφ’ ἑωυτὸ ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν φλέγμα τε καὶ χολήν. Γίνεται μὲν οὖν τούτῳ τῷ τρόπῳ. Ὁκόταν δὲ τὰ πρὸς τῷ πλευρῷ προσπαγέντα σαπῇ καὶ πτυσθῇ, ὑγιέες γίνονται· ἢν δὲ τό τε ἀρχαῖον πολλὸν προσπαγῇ πρὸς τῷ πλευρῷ, καὶ ἄλλο προσεπιγένηται, αὐτίκα ἀπόλλυνται, οὐ δυνάμενοι ἀναπτύσαι ὑπὸ πλήθεος τοῦ σιάλου, ἢ ἔμπυοι γίνονται· καὶ οἱ μὲν ἀπόλλυνται, οἱ δὲ διαφεύγουσιν· διαδηλοῖ δὲ ταῦτα ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν, ἢ ἐννέα, ἢ ἕνδεκα, ἢ τεσσαρεσκαίδεκα. Ὀδύνην δὲ παρέχει ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῖδα καὶ ἐς τὴν μασχάλην διὰ τόδε· ἡ φλὲψ ἡ σπληνῖτις καλεομένη τείνει ἀπὸ τοῦ σπληνὸς ἐς τὸ πλευρὸν, ἐκ δὲ τοῦ πλευροῦ ἐς τὸν ὦμον καὶ ἐς τὴν χεῖρα τὴν ἀριστερήν· ἡ δὲ ἡπατῖτις ἐς τὰ δεξιὰ ὡσαύτως· καὶ ὁκόταν ταύτης τὸ ἐπὶ τοῦ πλευροῦ συνειρυσθῇ ὑπὸ τοῦ ῥίγεος, καὶ φρίξῃ τὸ αἷμα τὸ ἐν αὐτῇ, ἔς τε τὴν μασχάλην καὶ τὴν κληῗδα καὶ τὸν ὦμον ξυνέρχεταί τε καὶ σπᾷ, καὶ ὀδύνην παρέχει. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ περὶ τὸν νῶτον χωρία διαθερμαίνεται ὑπὸ τοῦ προσπεπηγότος ὑγροῦ πρὸς τῷ πλευρῷ, φλέγματός τε καὶ χολῆς. Παρέχει δὲ ὀδύνην ἐνίοτε καὶ τοῖσι τοῦ πλευροῦ κάτωθεν χωρίοισι· πολλάκις δὲ ἢν ἐς τὰ κάτω τράπηται ὀδύνη, διαδιδοῖ ἐς τὴν κύστιν διὰ τῶν φλεβίων, καὶ οὐρέει πολλόν τε καὶ χολῶδες· νομίζουσι δὲ ταύτης τῆς νούσου τὸ ῥῖγος αἴτιον εἶναι καὶ ἀρχήν.