Ancient Greek · ~4 min
Book 1
Hippocrates, De morbis i-iii 1.27
Not analysed yet
27. Ἡ δὲ περιπλευμονίη γίνεται, ὁκόταν, κεκινημένου καὶ θερμαινομένου τοῦ φλέγματος καὶ τῆς χολῆς, ἑλκύσῃ ὁ πλεύμων ὑπὸ θερμασίης ἐφ’ ἑωυτὸν ἀπὸ τῶν πλησίον χωρίων πρὸς τοῖσιν ὑπάρχουσιν ἐν ἑωυτῷ· διαθερμαίνει μὲν πᾶν τὸ σῶμα, καὶ ὀδύνην παρέχει, μάλιστα δὲ τῷ τε νώτῳ καὶ τῇσι πλευρῇσι καὶ τοῖσιν ὤμοισι καὶ τῇ ῥάχει, ἅτε ἀπὸ τούτων ἕλκων ἐς ἑωυτὸν τὴν ἰκμάδα τὴν πλείστην, καὶ ὑπερξηραίνων τε ταῦτα καὶ ὑπερθερμαίνων· ὁκόταν δὲ εἰρύσῃ ἐς ἑωυτὸν, καὶ ἕδρην λάβῃ ἥ τε χολὴ καὶ τὸ φλέγμα ἐν τῷ πλεύμονι, σήπεται καὶ ἐμπυοῦται· καὶ ἢν μὲν ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων σαπέντα πτυσθῇ, περιγίνεται· ἢν δὲ τά τε ἐπελθόντα τὴν ἀρχὴν δέχηται, καὶ προσεπιγίνηται ἕτερα, καὶ μήτε πτύων, μήτε σήπων κρατέῃ ὑπὸ πλήθεος τῶν ἐπιγινομένων, ἀπογίνονται ὡς τὰ πολλά· ἢν δὲ πρὸς τὰς ἡμέρας διαγένωνται τὰς δύο καὶ εἴκοσι, καὶ τὸ πῦρ μεθῇ, καὶ ἐν ταύτῃσι μὴ ἐκπτυσθῇ, ἔμπυοι γίνονται, γίνονται δὲ μάλιστα ἐκ τούτων, οἷσιν ἰσχυρόταται ἥ τε πλευρῖτις καὶ ἡ περιπλευμονίη.