Ancient Greek
Book 2
Hippocrates, De morbis i-iii 2.10
Not analysed yet
10. Σταφυλή· σταφυλὴ δὲ γίνεται ὅταν ἐς τὸν γαργαρεῶνα καταβῇ φλέγμα ἀπὸ τῆς κεφαλῆς· κατακρήμναται καὶ γίνεται ἐρυθρός· ἢν δὲ πλείων χρόνος γένηται, μελαίνεται· μελαίνεται δὲ ὧδε· ἐπὶ φλεβός ἐστιν ὁ γαργαρεὼν παχέης, καὶ ἐπὴν φλεγμήνῃ, θερμαίνεται, καὶ ὑπὸ τῆς θερμασίης ἕλκει καὶ ἐκ τῆς φλεβὸς τοῦ αἵματος, καὶ μελαίνεται ὑπ’ αὐτοῦ. Διὰ τοῦτο δὲ καὶ ἢν μὴ ὀργῶντα τάμῃς, παραχρῆμα ἀποσπαρθάζουσιν· ἢ γὰρ φλὲψ διαθερμαίνει καὶ ὑπὸ τῆς θερμασίης ἐμπιπλεῖ τὰ περὶ τὸν γαργαρεῶνα αἵματος, καὶ δι’ ὅλου ἀποπνίγονται.