Ancient Greek
Book 2
Hippocrates, De morbis i-iii 2.11
Not analysed yet
11. Ἀντιάδες· ἀντιάδες δὲ καὶ ὑπογλωσσίδες καὶ οὖλα καὶ γλῶσσα καὶ ὅσα τοιαῦτα ταύτῃ πεφυκότα, ταῦτα πάντα νοσέει ὑπὸ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· ἡ δὲ κεφαλὴ ἐκ τοῦ σώματος ἕλκει· ἕλκει δὲ ὅταν διαθερμανθῇ· διαθερμαίνεται δὲ ὑπὸ σιτίων καὶ ἡλίου καὶ πόνων καὶ πυρός· ὅταν δὲ διαθερμανθῇ, ἕλκει τὸ λεπτότατον ἐς ἑωυτὴν ἐκ τοῦ σώματος· ὅταν δὲ εἰρύσῃ, καταβαίνει καὶ πάλιν ἐς τὸ σῶμα.