Ancient Greek · ~3 min
Book 2
Hippocrates, De morbis i-iii 2.25
Not analysed yet
25. Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τὸ πρόσθεν τῆς κεφαλῆς, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρᾷν, ἀλλὰ κῶμά μιν ἔχει, καὶ αἱ φλέβες ἐν τοῖσι κροτάφοισι σφύζουσι, καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ τοῦ σώματος παντὸς ἀκρησίη καὶ μινύθη. Ὅταν οὕτως ἔχῃ, καίειν αὐτὸν θερμῷ πολλῷ, καὶ χλιάσματα πρὸς τὴν κεφαλὴν προστιθέναι· ἐκ δὲ τῆς πυρίης ἐς τὰς ῥῖνας σμύρναν καὶ ἄνθος χαλκοῦ· ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης, καὶ πίνειν ὕδωρ. Καὶ ἢν μὲν ταῦτα ποιέοντι ῥάων γένηται· εἰ δὲ μὴ, ταύτῃ γὰρ μόνη ἐλπὶς, σχίσαι αὐτοῦ τὸ βρέγμα, καὶ ἐπὴν ἀποῤῥυῇ τὸ αἷμα, συνθεὶς τὰ χείλεα, ἰῆσθαι καὶ καταδῆσαι· ἢν δὲ μὴ σχίσῃς, ἀποθνήσκει ὀκτωκαιδεκαταῖος, ἢ εἰκοσταῖος ὡς τὰ πολλά.