Ancient Greek · ~8 min
Book 2
Hippocrates, De morbis i-iii 2.26
Not analysed yet
26. Κυνάγχη· πυρετὸς λαμβάνει καὶ ῥῖγος καὶ ὀδύνη τὴν κεφαλὴν, καὶ τὰ σιαγόνια οἰδίσκεται, καὶ τὸ πτύαλον χαλεπῶς καταπίνει, ἀποπτύει δὲ καὶ τὰ σίαλα σκληρὰ καὶ κατ’ ὀλίγον, καὶ ἐν τῇ φάρυγγι κάτω ῥέγχει· καὶ ἢν καταλαβὼν τὴν γλῶσσαν σκέπτῃ, ὁ μὲν γαργαρεὼν οὐ μέγας, ἀλλὰ λαπαρός· ἡ δὲ φάρυγξ ἔσωθεν σιάλου γλίσχρου ἔμπλεως, καὶ οὐ δύναται ἐκχρέμπτεσθαι, καὶ οὐκ ἀνέχεται κείμενος, ἀλλ’ ἢν κατακέηται, πνίγεται. Τοῦτον ἢν οὕτως ἐπιτύχῃς ἔχοντα, ποιέειν τάδε· πρῶτον μὲν σικύας προσβάλλειν πρὸς τὸν σπόνδυλον τὸν ἐν τῷ τραχήλῳ τὸν πρῶτον ἐπὶ τὰ καὶ ἐπὶ τὰ, παραξυρήσας ἐν τῇ κεφαλῇ παρὰ τὸ οὖς ἔνθεν καὶ ἔνθεν, καὶ ἐπὴν ἀποσφίγξῃς τὴν σικύην, ἐᾷν προσκέεσθαι ὡς πλεῖστον χρόνον· ἔπειτα πυριᾷν αὐτὸν ὄξει καὶ λίτρῳ καὶ ὀριγάνῳ καὶ καρδάμου σπέρματι, τρίψας λεῖα, κεράσας τὸ ὄξος ἰσόχοον ὕδατι, καὶ ἄλειφα ὀλίγον ἐπιστάξας, διεῖναι τούτῳ· ἔπειτα ἐς χυτρίδιον ἐγχέας, ἐπιθεὶς ἐπίθημα, καὶ κατασκεπάσας, τρυπήσας τὸ ἐπίθημα, κάλαμον ἐνθεῖναι κοῖλον· ἔπειτα ἐπιθεὶς ἐπ’ ἄνθρακας, ἀναζέσαι, καὶ ἐπὴν διὰ τοῦ καλάμου ἡ ἀτμὶς ἀνίῃ, περιχάσκων ἑλκέτω ἔσω τὴν ἀτμίδα, φυλασσόμενος μὴ κατακαύσῃ τὴν φάρυγγα· ἔξωθεν δὲ σπόγγους βάπτων ἐς ὕδωρ θερμὸν, προστιθέσθω πρὸς τὰς γνάθους καὶ τὰ σιαγόνια. Ἀναγαργάριστον δὲ αὐτῷ ποιέειν ὀρίγανον καὶ πήγανον καὶ θύμβραν καὶ σέλινον καὶ μίνθην καὶ λίτρον ὀλίγον, μελίκρητον κεράσας ὑδαρὲς, ὄξος ὀλίγον ἐπιστάξαι· λεῖα τρίψας τὰ φύλλα καὶ τὸ λίτρον, τούτῳ διεὶς, χλιήνας, ἀναγαργαριζέτω· ἢν δὲ τὸ σίαλον ἴσχηται, μύρτου λαβὼν ῥάβδον, λείην ποιήσας, καὶ τὸ ἄκρον αὐτῆς ἐπικάμψας τὸ ἁπαλὸν, κατειλίξας αὐτὸ ἐν εἰρίῳ μαλθακῷ, καθορῶν ἐς τὴν φάρυγγα, τὸ σίαλον ἐκκαθαίρειν· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, βάλανον προστιθέναι ἢ ὑποκλύζειν, ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ὕδωρ ἐπιπινέτω. Ἢν δέ οἱ οἴδημα ἐκφύῃ καὶ οἰδίσκηται πρὸς τὰ στήθεα καὶ ἐρυθρὸν ἔῃ καὶ καίηται, ἐλπίδες πλέονες σωτηρίης· ποιέειν δέ οἱ τάδε· ἐπὴν ἔξω τράπηται τὸ φλέγμα, τεῦτλα ἐμβάπτων ἐς ὕδωρ ψυχρὸν, προστιθέναι· ἀναγαργαριζέτω δὲ χλιαροῖσι, καὶ ἀλουτεέτω. Ταῦτα ποιέων μάλιστα ἂν ἐκφυγγάνοι. Ἡ δὲ νοῦσος θανατώδης, καὶ ἐκφυγγάνουσιν ὀλίγοι.