Ancient Greek
Book 2
Hippocrates, De morbis i-iii 2.31
Not analysed yet
31. Ὑπογλωσσίς· ἢν ὑπογλωσσὶς γένηται, ἡ γλῶσσα οἰδίσκεται, καὶ τὸ ὑποκάτω, καὶ τὸ ἔξω ψαυόμενον σκληρόν ἐστι, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται. Ὅταν οὕτως ἔχῃ, σπόγγον ἐς ὕδωρ θερμὸν ἐμβάπτων προστιθέναι, καὶ τὴν ὠμήλυσιν ἑψῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καταπλάσσειν ἔξω ᾗ ἂν ἀποιδέῃ· ἀναγαργαρίζειν δὲ τῷ συκίῳ, καὶ μὴ λούεσθαι· ἐπὴν δὲ διάπυον γένηται, τάμνειν· ἐνίοτε δὲ αὐτόματον ἐκρήγνυται, καὶ καθίσταται οὐ τμηθέν· ἐπὴν δὲ ἔξω ἀποπυήσῃ, διακαῦσαι.