Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.32
Not analysed yet
32. Φλέγμα συστὰν ἐς τὴν ὑπερώῃν· ἢν δὲ φλέγμα συστῇ ἐς τὴν ὑπερώην, ἀποιδέει καὶ ἐμπυΐσκεται. Ὅταν οὕτως ἔχῃ, καίειν τὸ φῦμα· ἐπὴν δὲ ἐξίῃ τὸ πῦον, κλύζειν τὸ λοιπὸν, πρῶτον μὲν λίτρῳ καὶ ὕδατι χλιαρῷ, ἔπειτα οἴνῳ, ἐπὴν δὲ ἐκκλύσῃ, σταφίδα τρίψας λευκὴν, ἐξελὼν τὸ γίγαρτον, ἐντιθέναι ἐς τὸ καῦμα· ἐπὴν δὲ ἐκρυῇ, οἴνῳ ἀκρήτῳ χλιαρῷ διακλυζέτω, καὶ ἐπὴν μέλλῃ τι ἐσθίειν ἢ ῥοφάνειν, σπόγγιον ἐντιθέναι· ταῦτα ποιέειν ἔστ’ ἂν ὑγιὴς γένηται.