Ancient Greek · ~8 min
Book 2
Hippocrates, De morbis i-iii 2.4
Not analysed yet
4. Ἑτέρη νοῦσος· ἢν περὶ τὸν ἐγκέφαλον φλέβια ὑπερεμήσῃ, τὸ μὲν οὔνομα οὐκ ὀρθὸν τῇ νούσῳ, οὐ γὰρ ἀνυστὸν ὑπερεμῆσαι οὐδὲν τῶν φλεβίων οὔτε τῶν ἐλασσόνων οὔτε τῶν μειζόνων· ὀνομαίνουσι δὲ καὶ φασὶν ὑπερέμετον· εἰ δ’ ὡς μάλιστα ὑπερεμήσειε, νοῦσος ὑπ’ αὐτοῦ οὐκ ἔοικεν ἂν γίνεσθαι· ἀπ’ ἀγαθοῦ γὰρ κακὸν οὐχ οἷόν τε γενέσθαι, οὐδ’ ἀγαθὸν πλέον τοῦ δέοντος οἷόν τε γενέσθαι, ἀλλ’ ὑπερεμέειν δοκέει ὅταν ἐς τὰς φλέβας χολὴ ἢ φλέγμα ἐσέλθῃ. Μετεωρίζονταί τε γὰρ αἱ φλέβες καὶ σφύζουσι, καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κεφαλὴν ἐγγίνεται, καὶ τὰ ὦτα ἠχέει, καὶ ἀκούει οὐδέν· καὶ ἠχέει μὲν ἅτε τῶν φλεβίων σφυζόντων καὶ παλλομένων, τηνικαῦτα γὰρ ἦχος ἔνεστιν ἐν τῇ κεφαλῇ, βαρυηκοεῖ δὲ τὸ μέν τι ὑπὸ τοῦ ἔσωθεν ψόφου καὶ ἤχου, τὸ δὲ ὅταν ὁ ἐγκέφαλος καὶ τὰ φλέβια τὰ περὶ αὐτὸν ἐπαρθῇ. Ὑπὸ γὰρ τῆς ὑπερθερμασίης ἐμπίπλησι τὸ κατὰ τὸ οὖς κενεὸν ὁ ἐγκέφαλος ἑωυτοῦ, καὶ ἅτε οὐκ ἐνεόντος τοῦ ἠέρος ἰσοπληθέος, ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, οὐδὲ τὸν ἦχον ἴσον παρέχοντος, οὐκ ἐνσημαίνει οἱ τὰ λεγόμενα ὁμαλῶς, καὶ ἀπὸ τούτου βαρυηκοέει. Οὗτος, ἢν μὲν ῥαγῇ αὐτῷ ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα ὕδωρ καὶ φλέγμα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥαγῇ, ἑβδομαῖος μάλιστα ἀποθνήσκει. Ἢν δὲ αἱ ἐν τῇ κεφαλῇ ὑπερεμέσωσι φλέβες, ὑπερεμέουσι δὲ ὑπὸ τῶν αὐτῶν ἃ καὶ ἐν τῷ πρόσθεν εἴρηται· σημήϊον δὲ ὅτι τοιούτῳ τρόπῳ ὑπερεμέουσι τόδε· ὅταν τις ἢ χεῖρα τοῦτο πάσχουσαν ἐπιτάμῃ ἢ κεφαλὴν ἢ ἄλλο τι τοῦ σώματος, τὸ αἷμα μέλαν ῥέει καὶ θολερὸν καὶ νοσῶδες· καίτοι οὐ δίκαιον κατ’ οὔνομα, ἀλλ’ ἐρυθρὸν καὶ εἰλικρινὲς ῥεῖν. Ὅταν δὲ ὑπερεμέσωσιν ὑπὸ τῶν αὐτῶν, ἴσχει ὀδύνη καὶ σκοτοδινίη καὶ βάρος τὴν κεφαλήν· ὀδύνη μὲν ὑπὸ τῆς ὑπερθερμασίης τοῦ αἵματος, σκοτοδινίη δὲ ὅταν ἅλες ἐπὶ τὸ πρόσωπον χωρήσῃ τὸ αἷμα, βάρος δὲ ἅτε τοῦ αἵματος πλέονος ἐόντος ἐν τῇ κεφαλῇ καὶ θολερωτέρου καὶ νοσωδεστέρου ἢ εἴωθεν.