Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.5
Not analysed yet
5. Σφακελισμὸς ἐγκεφάλου· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἔχει ἐκ τῆς κεφαλῆς τὴν ῥάχιν καὶ ἐπὶ τὴν καρδίην φοιτᾷ, καὶ ἀψυχίη καὶ ἱδρὼς, καὶ ἄϋπνος τελέθει, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, πολλάκις δὲ καὶ αἷμα ἐμέει. Σφακελίζει δὲ ὁ ἐγκέφαλος τρόπῳ τοιῷδε· ὁκόταν ἢ ὑπερθερμανθῇ ἢ ὑπερψυχθῇ, ἢ χολώδης ἢ φλεγματώδης γένηται μᾶλλον τοῦ εἰωθότος, ὅταν δέ τι τούτων πάθῃ, ὑπερθερμαίνεται, καὶ τὸν νωτιαῖον μυελὸν διαθερμαίνει, καὶ οὗτος ὀδύνην τῇ ῥάχει παρέχει· ἀψυχέει δὲ ὅταν· προσίστηται πρὸς τὴν καρδίην φλέγμα ἢ χολή· προσίστασθαι δὲ ἀνάγκη κεκινημένων καὶ ὑγρασμένων· ἱδρὼς δὲ γίνεται ὑπὸ πόνου· τὸ αἷμα δὲ ἐμέει ὅταν αἱ φλέβες αἱ μὲν ἐν τῇ κεφαλῇ ὑπὸ τοῦ ἐγκεφάλου θερμανθῶσιν, αἱ δὲ παρὰ τὴν ῥάχιν ὑπὸ τῆς ῥάχιος, ἡ δὲ ῥάχις ὑπὸ τοῦ νωτιαίου μυελοῦ, ὁ δὲ μυελὸς ὑπὸ τοῦ ἐγκεφάλου, ὅθεν περ πέφυκεν· ὅταν οὖν θερμανθῶσιν αἱ φλέβες καὶ τὸ αἷμα ἐν αὐτῇσι ζέσῃ, διαδιδοῦσιν αἱ μὲν ἀπὸ τῆς κεφαλῆς ἐς τὰς ῥῖνας, αἱ δ’ ἀπὸ τῆς ῥάχιος αἱμοῤῥόοι ἐς τὸ σῶμα. Οὗτος τριταῖος ἀπόλλυται ἢ πεμπταῖος ὡς τὰ πολλά.