Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.44
Not analysed yet
44. Πλευρῖτις· πλευρῖτις ὅταν λάβῃ, πυρετὸς καὶ ῥῖγος ἔχει, καὶ ὀδύνη διὰ τῆς ῥάχιος ἐς τὸ στῆθος, καὶ ὀρθοπνοίη, καὶ βὴξ, καὶ τὸ σίαλον λεπτὸν καὶ ὑπόχολον, καὶ ἀποβήσσεται οὐ ῥηϊδίως, καὶ διὰ τῶν βουβώνων ὀδύνη, καὶ οὐρέει αἱματῶδες. Ὅταν οὕτως ἔχῃ, ἢν μὲν τὸ πῦρ ἀνῇ ἑβδομαῖον ἐόντα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ἀνῇ, ἀφικνέεται ἡ νοῦσος ἐς τὰς ἕνδεκα ἡμέρας ἢ τὰς τεσσαρεσκαίδεκα· οἱ μὲν οὖν πολλοὶ ἐν ταύτῃσιν ἀπόλλυνται· ἢν δὲ ὑπερβάλῃ τὴν τεσσαρεσκαιδεκάτην, ἐκφυγγάνει. Ὅταν οὕτως ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι· πινέτω δὲ μέλι, ἀναζέσας, ἐπιχέας ὄξος ἴσον τῷ μέτρῳ τοῦ μέλιτος, ἔπειτα ὁπόσον ἂν γένηται μέτρον τοῦ ἑφθοῦ μέλιτος καὶ τοῦ ὄξους, ἐπιχέας ὕδατος ἑνὸς δέοντος εἴκοσι, τοῦτο διδόναι πίνειν κατ’ ὀλίγον πυκνὰ, καὶ μεταμίσγειν ὕδωρ, ὄξος ὀλίγον παραχέων· ῥοφεέτω δὲ καὶ κέγχρου χυλὸν, μέλι ὀλίγον παραστάζων, ψυχρὸν, ὅσον τεταρτημόριον κοτύλης ἐφ’ ἑκατέρῳ σιτίῳ, καὶ πινέτω οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα, ὀλίγον· ὁ δὲ οἶνος ἔστω ὡς μαλθακώτατος ὀδμὴν μὴ ἔχων. Ὅταν δὲ ὁ πυρετὸς ἀφῇ, ἡμέρας μὲν δύο τὸν κέγχρον ῥοφεέτω δὶς τῆς ἡμέρης, καὶ τεῦτλα ἡδύτατα ἐσθιέτω· ἔπειτα μετὰ ταῦτα σκύλακα ἢ ὀρνίθιον κάθεφθον ποιήσας, τοῦ ζωμοῦ ῥοφεέτω, καὶ τῶν κρεῶν φαγέτω ὀλίγα· τὸν δὲ λοιπὸν χρόνον μάλιστα ὅσον ὑπὸ τῆς νούσου ἔχοιτο, ἀριστιζέσθω μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ μαλθακωτάτοισιν.